Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

δὲ οὐ μὴ μόνον περὶ τούτων λέγει, ἀλλὰ καὶ περὶ τοῦ αἵματος τοῦ ἰχωροειδέος ἐν ταῖς ἐπιδημίαις, ὅπερ εἶναι οἱ ἰατροὶ βούλονται, τὸ μετά τινος ἰώδους καὶ κακοήθους δυνάμεως, κατὰ τὴν ἔννοιαν, καθ᾿ ἣν γέγραπται ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν· καὶ ὑπὸ τῷ δέρματι, φησὶν, ἰχῶρες ἐγίνοντο, ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο καὶ κνησμὸν ἐνεποίουν εἶτα φλυκταινίδες ὥσπερ πυρίκαυστοι ἀνίσταντο καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον. πρὸς δὲ τούτοις ἴσθι ὅτι τινὰ τῷ ὅλῳ γένει παρὰ φύσιν ἐστὶν, ὧν ἁπάντων τριττὴ ἢ διαφορά. τινὰ μὲν γὰρ ἐκ μεταβολῆς γίνεται τῶν στερεῶν σωμάτων, ὡς ἡ μυρμηκία καὶ ἡ λεύκη καὶ ὁ ἀλφὸς, ἐλέφας τε καὶ ψώρα καὶ λέπρα, τινὰ δ᾿ οὐδ᾿ ὅλως ὄντα πρότερον ὕστερα γίνεται, καθάπερ καὶ ἡ μελικηρὶς, ἀθερώματά τε καὶ στεατώματα. προσέχειν οὖν ἀεὶ χρὴ τὸν νοῦν ἐπὶ πάντων τῶν παρὰ φύσιν ἀκριβῶς, ἐπισκοπούμενον ἐκ τίνος γένους ἐστὶ, καὶ πότερον αὐτομάτως γέγονεν, ἢ ἔκ τινος τῆς αἰτίας, καὶ πότερον ὠφελεῖ, ἢ βλάπτει· εἰ καὶ μήτ᾿ ὠφελεῖ μήτε βλάπτει, ὡς αὐτός φησιν. ἐπεὶ δὲ καὶ τὰ

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]