Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

τινὰ καὶ μέγεθος ἀξιόλογον ἔχοντα. προϊόντος δὲ τοῦ χρόνου τὰς μὲν τρεῖς ἀρχὰς ἔστιν ἰδεῖν ἐναργῶς· ὑπογραφὴν δέ τινα ἁπάντων ἄλλων μορίων. ἔπειτα δὲ τὰ ἐν τοῖς κώλοις καὶ ἐν τῷ ὅλῳ τῷ σώματι πάντα διαρθροῦται. τριῶν μὲν οὖν οὐσῶν ἔμαθες ὅτι ὁ ἐγκέφαλός ἐστιν ἀρχὴ τῶν προαιρετικῶν ἐνεργειῶν, ἡ καρδία δὲ τῶν ζωτικῶν ὀνομαζομένων, τὸ δὲ ἧπαρ τῶν περὶ τροφῆς, ἃς δὴ καὶ φυσικὰς ὀνομάζουσιν. νῦν δὲ ἐπειδὴ ἐν τῇ καρδίᾳ ἡ ἀρχὴ ζωῆς συνίσταται καὶ αὐτή ἐστιν ἀρχή τε καὶ πηγὴ τῆς ἐμφύτου θερμασίας, ἧς ἄνευ οὐ δύναται ζῶόν ποτε ζῇν, διὰ τοῦτο τὴν καρδίαν αὐτὴν ἀρχὴν μεγάλην καλεῖ· ἐξ αὐτῆς γὰρ ὁρμῶσα ἡ ἔμφυτος θερμότης εἰς πάντα τοῦ ζώου μόρια, καὶ τὰ ἐγγυτάτω καὶ τὰ ποῤῥωτάτω, ἅπερ αὐτὸς ἔσχατα λέγει, κατὰ πᾶσαν ὥραν καὶ πάντα χρόνον ἀφικνέεται καὶ πάλιν εἰς αὐτὴν παλινδρομεῖ, ὡς τοιαύτην τινὰ γενέσθαι ἀμοιβὴν, οἵαν δὴ ἔφαμεν πολλάκις πρὸς τὴν ζωὴν ἀναγκαίαν εἶναι, καὶ ταύτης στερούμενον τὸ ζῶον οὐχ οἷόν τε μὴ μόνον οὐκ ἐνεργεῖν τι τῶν ὅλων πραγμάτων, ἀλλὰ καὶ μηδ᾿ ὅλως ζῇν.

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]