Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Alimento (On Hippocrates' Nutriment)

Kühn 1828

μελαγχολικοῦ χυμοῦ, ὑπὸ τοῦ αὐτοῦ σπλάγχνου κατεργασθέντος. καὶ τοίνυν καὶ τῆς σαρκὸς τῶν τριῶν τούτων σπλάγχνων ἰδέαι κατὰ τοῦ τρέφοντός εἰσιν εἶδος χυμοῦ. ἐὰν δὲ ἑνὶ λόγῳ βούληται εἰδέναι τις τὸ περὶ τῶν τριῶν σπλάγχνων τῆς τροφῆς, ᾧδε ἔχει. τὸ μὲν ἧπαρ ἐξ ἐρυθροῦ καὶ παχέος αἵματος· ὁ δὲ σπλὴν ἐκ λεπτοῦ μὲν, ἀλλὰ μέλανος· ὁ δὲ πνεύμων ἐξ ἀκριβῶς κατειργασμένου καὶ ξανθοῦ καὶ λεπτοῦ καὶ πνευματώδους καὶ καθαροῦ τὴν θρέψιν λαμβάνει. νῦν δὲ ὡς πάντων πάντα μετέχει τἄλλα μόρια, οὕτω καὶ ἀρτηρίαι καὶ φλέβες· καὶ αἱ μὲν ὀλίγου καὶ λεπτοῦ καὶ ἀτμώδους αἵματος, αἱ δ᾿ αὖ φλέβες ἐλαχίστου καὶ αὗται πνεύματος ὁμιχλώδους δὲ καὶ παχέος. εἴπερ οὖν δεῖται τρέφεσθαι τὸ σῶμα τοῦ πνεύμονος, οὐκ ἰλυώδει τινὶ καὶ παχείᾳ τροφῇ, ὡς τὸ τοῦ ἥπατος, ἀλλὰ, καθάπερ ἐῤῥέθη, λεπτῇ καὶ κούφῃ καὶ ἀτμώδει, πάντα φαίνεται ἐν τῷ ζώῳ καλῶς πρὸς τοῦ δημιουργοῦ γεγενημένα. τρέφεται γὰρ ἕκαστον ἐκ τῆς ὁμοίας αὐτῷ τροφῆς. κοῦφον δέ ἐστι καὶ μανὸν τὸ τοῦ πνεύμονος σῶμα. δεῖται γοῦν ἀτμώδους

Work

Title: Galen: In Hippocratis De Alimento
English: On Hippocrates' Nutriment
Original: Εἰς τὸ Ἱπποκράτους περὶ τροφῆς

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1828

Series: Claudii Galeni Opera Omnia

Volume: 15

Pages: 224-417

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_099.xml [346 Kb]