In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
θεραπείας εὕρεσιν ἡ διάγνωσις τῶν νοσημάτων ἢ ἡ πρόγνωσις
τῶν ἀποβησομένων συνετέλουν, παντάπασιν ἂν ἦσαν
περιτταὶ, νυνὶ δὲ ὅτι συντελοῦσι, διὰ τοῦτό εἰσι χρήσιμαι.
ὅτι μὲν οὖν διάγνωσις τῶν παθῶν ἀναγκαιοτάτη πρὸς τὴν
θεραπείαν ἐστὶν οὐδὲ λόγου δεῖ. πρῶτον γὰρ διαγνῶναι
χρὴ τί ποτέ ἐστι τὸ πάθος, εἶθ᾿ οὕτως ἐπιχειρεῖν αὐτὸ
θεραπεύειν. ὅτι δὲ καὶ ἡ πρόγνωσις εἰς τὴν θεραπείαν χρήσιμος
κατὰ τὸ προοίμιον ἐδίδαξεν αὐτὸς τοῦ προγνωστικοῦ.
ὥστε ἄν τις λέγῃ πάντα τὰ κατὰ τὴν ἰατρικὴν ἤτοι
γε εἰς διάγνωσιν ἢ εἰς θεραπείαν εἶναι χρήσιμα ἢ εἰς πρόγνωσιν,
δυνάμει λέγει ταὐτόν· ἡ μὲν γὰρ θεραπεία δι᾿ ἑαυτὴν
ἀσκεῖται τοῖς ἰατροῖς, ἡ δὲ πρόγνωσις καὶ διάγνωσις
ἕνεκα τῆς θεραπείας· ὅθεν οὐδὲ τὸ τέλος τῆς τέχνης διάγνωσιν
ἢ πρόγνωσιν εἶπεν εἶναί τις ὥσπερ τὴν θεραπείαν.
ἄκουε δὴ νῦν τὴν θεραπείαν τὴν τῶν νοσημάτων ἀναίρεσιν
ἤδη γεγενημένων, οὐ γινομένων ἔτι. γέγραπται δὲ περὶ τούτων
ἁπάντων ἱκανῶς ἐν τῷ περὶ τοῦ τέλους τῆς ἰατρικῆς
βιβλίῳ καὶ νῦν οὐ χρὴ τὸ πάρεργον ἔργον ποιεῖσθαι, τὴν
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]