In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
αὐτὰ δὲ τὰ πάσχοντα μόρια διὰ μὲν τῶν στυφόντων φαρμάκων,
ἀποκρουομένων τούς τε παραῤῥέοντας χυμοὺς καὶ
τῶν ἐστηριγμένων ὅσοι γε μὴ σφοδρῶς εἰσιν ἐμπεφραγμένοι
καὶ πάνυ γλίσχροι καὶ παχεῖς· διά τε τῶν θερμῶν καὶ δριμέων,
διαφορούντων τοὺς κατὰ τὰ πεπονθότα μόρια περιεχομένους
χυμούς· ἄνευ δὲ φαρμάκων αἱ ὑπὸ τὴν γλῶτταν
φλέβες ἐντεμνόμεναι τὴν ἐν τῇ φάρυγγι φλεγμονὴν ἐκκενοῦσιν.
ἐπεὶ δὲ τῶν χυμῶν ἔνιοι παχεῖς εἰσι καὶ γλίσχροι,
πολὺ δριμυτέρων τούτοις ἐστὶ φαρμάκων χρεία, τέμνειν δηλονότι
καὶ διαιρεῖν εἰς λεπτὰ καὶ καταθραύειν τὰ γλίσχρα
καὶ τὰ παχέα δυναμένων. καὶ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν
ἀντισπᾷν χρὴ τοὺς χυμοὺς, περιτιθέντας τῷ τραχήλῳ φάρμακα
δύναμιν ἔχοντα ἑλκτικήν· βέλτιον γὰρ τὰ κατὰ τὸ
δέρμα μᾶλλον ἢ τὸ βάθος πάσχειν τοῦ τραχήλου, διότι τὸ
μὲν πνεῦμα κατὰ μὲν τὰς εἰσπνοὰς ἐμπίπτει τῇ φάρυγγί τε
καὶ λάρυγγι, κατὰ δὲ τὰς ἐκπνοὰς ἔξω δι᾿ αὐτῶν φέρεται.
πολλάκις μέντοι τὰ παραγινόμενα ἐς τὰ προειρημένα μόρια
ῥεύματα μεθίστανται πρὸς ἄλλα τινὰ μόρια, τῆς φύσεως
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]