In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
προγεγραμμένης ῥήσεως ταύτην, αὐτὴν καθ᾿ ἑαυτὴν γράφουσι·
τινὲς δὲ τὸ πέρας αὐτῆς ἀρχὴν ποιοῦσι κατὰ τόνδε
τὸν τρόπον· ἢν δὲ ἀποστήματα στηρίζῃ, κόκκαλος καὶ σμύρνα
ἐκλικτόν· ἵνα τῶν εἰς ἀπόστημα στηριζόντων νοσημάτων
ἀκούωμεν αὐτὸ φάρμακον ὑπάρχειν. ἔστι δὲ ἄλογον τοῦτο
καὶ μάλιστα διὰ τὸ ἐπιφερόμενον, ἐν ᾧ φησι, πίνειν δὲ τοῖσι
τοιουτέοισιν ὀξύμελι δίδου ὡς ἐλάχιστον· ἐπὶ μὲν γὰρ τοῦ
λυγγώδους πυρετοῦ λόγον ἔχει δεδιέναι τὸ ὄξος, ἐπὶ δὲ τῶν
εἰς ἀπόστημα στηριζόντων, οὐδένα. καὶ διὰ τοῦτό τινες
ἄλλοι κατὰ τὶ μὲν συνάπτουσι τὴν ῥῆσιν ταύτην τῇ προγεγραμμένῃ,
κατὰ τὶ δὲ διαζευγνούουσι, προστιθέντες τὸν δέ
σύνδεσμον καὶ γράφοντες οὕτως· ἢν δὲ εἰς ἀπόστημα στηρίζῃ.
περὶ τοῦ λυγγώδους πυρετοῦ τοῦ προειρημένου καὶ
τοῦτ᾿ ἔστι λεγόμενον, συμβουλεύσαντος τοῦ γράψαντος τὸ
βιβλίον, ἐὰν εἰς ἀπόστημά ποτε συμβῇ στηρίξαι τὸν
λυγγώδη πυρετὸν, κόκκαλον μετὰ σμύρνης διδόναι καὶ φυλάττεσθαι
τὴν δαψιλῆ πόσιν τοῦ ὀξυμέλιτος. τὸ δ᾿ εἴτε διὰ
τοῦ ζ γράμματος ἡ τελευταία συλλαβὴ τοῦ στηρίζῃ γράφοιτο,
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]