In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
ἀγγείῳ. ὑπὸ ὑστερικῶν πνιγομένων γνῶσις· πιέσαι τοῖσι
δυσὶ δακτύλοισι καὶ ἢν αἴσθηται, τὰ ὑστερικά ἐστιν, ἢν
δὲ μὴ, σπασμώδεα. τοῖσιν ὑδρωπιώδεσιν. μηκώνειον λεκίσκιον
Ἀττικὸν στρογγύλον πόσις. λεπίδος μηλαὶ τρεῖς
τῷ πλάτει καὶ ἀλεύρου σητανίου, κολλήσαντα ταῦτα, λεῖα
τρίψας, καταποτὰ ξυστρέψας, δίδου· κάτω ὕδωρ καθαίρει
καὶ κοιλίην ἐκκοπροῖ. ἐς ἰσχάδας, ὀποῦ τοῦ τιθυμάλλου
ἀπόσταζε ὁκόσον ἑπτάκις ἐς ἑκάστην τῷ εἰρημένῳ,
εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι, δίδου τῷ
εἰρημένῳ πρὸ τῶν σιτίων. τοῖς ὑδρωπικοῖς τὸ μὲν κώνιον
τρίβων, ὕδωρ ἐπιχέας, δίδου ἐσθίειν καὶ ἐπιπίνειν.
καὶ τὸ μηκώνειον τρίβων, ὕδωρ ἐπιχέων καὶ διηθέων,
ἄλευρον φύρων, ἴτριον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν
ὑδρωπικοῖσι τρώγειν δίδου, καὶ ἐπιπίνειν γλυκὺν ὑδαρέα,
ἢ μελίκρητον ὑδαρές. τὸ δὲ ἀπὸ τῶν κοπρίων μηκώνειον
ξυλλέγων ταμιεύου καὶ θεράπευε.
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]