In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
γὰρ ἐχρῆν εἰρῆσθαι καὶ μὴ παραπλησίας αὐτὰς ἀλλήλαις
ὑπάρχειν, ὅπερ ἐστὶ μὴ ὁμοίας, εἴ γε τῇ τῶν νοσημάτων
ὁμοιότητι τὸ ἔνδημον καὶ τὸ ἐπίδημον καὶ τὸ λοιμῶδες
ἐκρίνετο. δυοῖν οὖν θάτερον, ἢ βελτίονα νομιστέον τὴν τοιαύτην
γραφὴν, ἀλλὰ σποράδες ἔωσιν αἰ νοῦσοι καὶ μὴ παραπλήσιοι,
ἢ παραπλησίας αὐτὰς εἰρῆσθαι χρὴ δοκεῖν, οὐκ
ἀλλήλαις, ἀλλὰ ταῖς ἔμπροσθεν εἰρημέναις, τουτέστι ταῖς
συνήθεσιν· ἐπειδὴ σπανιώτερα μὲν ἐπιδήμιά τε καὶ λοιμικὰ
γίνεται νοσήματα, τὰ δ᾿ ὑπ᾿ αὐτοῦ καλούμενα σποραδικὰ
συνήθως· ὑπὲρ ὧν καὶ νῦν ὁ λόγος αὐτῷ γενήσεται, καθάπερ
ὑπὲρ τῶν ἐπιδημίων μὲν ἐν τοῖς τῶν ἐπιδημιῶν βιβλίοις·
τῶν ἐνδήμων δὲ κατὰ τὸ περὶ ὑδάτων καὶ ἀέρων καὶ τόπων·
ἴδιον δὲ οὐδὲν ἐξαίρετον ἐποίησε σύγγραμμα περὶ λοιμῶν,
ἐπειδὴ τῶν ἐπιδημίων ἓν ὑπάρχειν αὐτὸ δι᾿ ἐκείνων
ἐδίδαξεν.
Οἱ μὲν οὖν ἰδιῶται οὐ κάρτα γινώσκουσι τοὺς εἰς ταῦτα
διαφέροντας τῶν πέλας.
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]