In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
σωμάτων καὶ ὡς ἂν εἴποι τις ὀλέθριός τε καὶ δηλητήριος
αὐτῶν. ὥσπερ δὲ ὀποῦ μήκωνος μανδραγόρου τε καὶ ὑοσκυάμου
καὶ ἄλλων πολλῶν τοιούτων φαρμάκων ἐναντίων ταῖς
τε οὐσίαις καὶ ταῖς δυνάμεσιν ὄντων ἡμῶν καὶ φθείρειν πεφυκότων
τὰ σώματα, βραχύ τι μέρος λαμβάνοντες ἀπολαύομεν
ἐξ αὐτῶν μεγάλης ὠφελείας, οὕτω καὶ τῶν καθαρτικῶν
ἐναντίας οὔσης τῆς φύσεως τῇ τῶν ἡμετέρων σωμάτων, ὀλίγων
τι τῆς οὐσίας μέρος ἀποτεμνόμενοι πρὸς ὠφέλειαν χρώμεθα.
καθάπερ δὲ ἐν αὐτῷ τῷ πίνειν αὐτὰ μίγνυταί τινα
τῶν εὐωδῶν σπερμάτων, ἃ καὶ τὴν κακίαν πέφυκεν
ἀμβλύνειν καὶ τὴν ἐνέργειαν αὐτῶν μὴ κωλύειν, λεπτυντικῆς
τε καὶ τμητικῆς ὄντα δυνάμεως, ὡς καὶ τοὺς παχεῖς χυμοὺς
τέμνεσθαι καὶ τὰς ὁδοὺς αὐτῶν δι᾿ ὦν ἐκκενοῦνται διοίγειν
τε καὶ ἀναστομοῦν, οὕτω καὶ μετὰ τὸ ληφθῆναι συμφέρει
τῆς πτισάνης ἐπιῤῥοφεῖν. αὐτὸ μὲν γὰρ τὸ καθαρτικὸν
φάρμακον, ὡς ἂν ὀλίγον ὂν, εἰς τὸν πυθμένα τῆς κοιλίας
ἀφικνεῖται· κατὰ δὲ τὴν δίοδον ὁ στόμαχος, ὅσον τε ὑψηλότερον
τῆς γαστρὸς, οὐ μόνον τῆς ποιότητος τοῦ καθαίροντος
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]