In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
ἀποκεχώρηκε τὸ ξανθὸν, τοσοῦτον τούτου τὸ ὠχρόν. ἔγραψε
δέ τινα καὶ ἄλλα συμπτώματα, γιγνόμενα τοῖς οὕτω διατεθεῖσι,
περὶ ὧν ὅταν ἀφικώμεθα ἐπὶ τὴν ῥῆσιν, ἐπισκεψόμεθα·
νυνὶ δὲ τὴν προκειμένην ῥῆσιν ἐξεργαστέον. οἷς
ἔφη συμβαίνειν ἐπὶ τῶν ἀήθως ἀριστησάντων, ἔτι καὶ τοῦτο
προσέθηκεν· ἢν δὲ καὶ ἐπιδειπνήσωσιν, ὀξυρεγμιώδεες. ἐμάθομεν
δὲ ὅτι διά τε τὴν ψύξιν τῆς γαστρὸς αἱ ὀξυρεγμίαι
γίνονται καὶ διὰ φλέγμα πολλάκις ἠθροισμένον ἐν αὐτῇ καὶ
διὰ πλῆθος σιτίων ἢ καὶ συμμέτρων μὲν ὄντων, ἀλλὰ ψυχρῶν
τῇ δυνάμει. πάντων δὲ τῶν προειρημένων κοινόν ἐστι
τὸ νικᾶσθαι τὴν ἔμφυτον θερμασίαν τῆς γαστρὸς ὑπὸ τῶν
σιτίων, οὐ νικᾷν οὐδὲ κρατεῖν οὐδὲ κατεργάζεσθαι δυναμένην
καλῶς αὐτά· καθάπερ εἰ καὶ φλογὶ μικρᾷ πλῆθος ἐπισωρεύσαις
ξύλων, ἢ καὶ χωρὶς πλήθους ἐπιτιθείης χλωρὰ
καὶ ὑγρά. τισὶ δὲ τούτων τῶν οὕτω διαιτηθέντων καὶ σπατίλην
φησὶ γίνεσθαι, τουτέστιν ὑγρὰν διαχώρησιν· ἐν πολλοῖς
δὲ τῶν ἀντιγράφων οὐ σπατίλην γεγραμμένην εὑρήσεις,
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]