In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
ἀλλ᾿ ἄσην, ἵν᾿ ἀκούσωμεν δηλονότι τὸν ῥιπτασμὸν τοῦ σώματος,
ἀσωμένου διὰ τὸ πλῆθος τῆς τροφῆς τοῦ διαιτηθέντος
οὕτως καὶ δυσφοροῦντος ἐν τῇ κατακλίσει καὶ μεταβάλλοντος
ἑαυτόν. ἐπὶ δὲ τῆς τελευταίας ῥήσεως ἀπεφήνατο
σαφῶς ὅτι δεῖ τὴν πέψιν εἶναι παραπλησίαν ἑψήσει, ὡς
ὑπὸ θερμοῦ γιγνομένην, οὐ ξηροῦ καὶ αὐχμώδους, ὁποῖόν ἐστι
τὸ τῶν πυρετῶν, ἀλλ᾿ ὑγροῦ καὶ ἀτμώδους οἷον τὸ κατὰ
φύσιν ἐν τοῖς ζώοις ἐστίν.
Ἀρήγει οὖν τουτέοισιν ἀνασηκῶσαι τὴν μεταβολήν.
ἐγκοιμηθῆναι γὰρ χρὴ ὥσπερ νύκτα ἀγαγόντα μετὰ τὸ
δεῖπνον, τοῦ μὲν χειμῶνος ἀριγέως, τοῦ δὲ θέρεος ἀθαλπέως·
ἢν δὲ καθεύδειν μὴ δύνανται, βραδεῖαν συχνὴν περίοδον
πλανηθέντα μὴ στασίμως, δειπνῆσαι μηδὲν ἢ ὀλίγα
καὶ μὴ βλαβερὰ, ἔτι δὲ ἔλασσον πιεῖν καὶ μὴ ὑδαρές. ἔτι
δὲ μᾶλλον ἂν πονήσειεν ὁ τοιοῦτος, εἰ τρὶς σιτέοιτο
τῆς ἡμέρας ἐς κόρον, ἔτι δὲ μᾶλλον, εἰ πλεονάκις· καίτοιγε
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]