In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
διδῷς, ταχέως οἱ θάνατοι τῶν τοιουτέων γίγνονται. μετὰ
ταῦτά γε πάλιν διοριζόμενός φησιν· ἢν μὲν νεοβρῶτι αὐτῷ
ἐόντι καὶ κοιλίης μήπω ὑποκεχωρηκυίης ἄρξηται ὁ πυρετὸς,
ἤν τε σὺν ὀδύνῃ ἥν τε ἄνευ ὀδύνης, ἐπισχεῖν τὴν δόσιν
τοῦ ῥοφήματος, ἔστ᾿ ἂν οἴηται κεχωρηκέναι ἐπὶ τὸ κάτω
μέρος τοῦ ἐντέρου τὸ σιτίον. καὶ πάλιν ἐφεξῆς· εἰ δὲ μὴ
ὑπεληλύθει ὁ παλαιότερος νεοβρώτῳ ἐόντι, εἰ μὲν ἰσχύει τε
καὶ ἀκμάζει τὴν ἡλικίαν, κλύσαι· ἢν δὲ ἀσθενέστερος ᾖ, βαλάνῳ
προσχρῆσθαι, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς. ἐνταῦθα
οὖν προσέθηκε καὶ τὸν ἀπὸ τῆς δυνάμεως σκοπὸν ὥσπερ
κᾀν τοῖς ἐφεξῆς πολλάκις, ἅμα καὶ τοῦτο κελεύων ἐπισκοπεῖσθαι,
τίς αἰτία καὶ διάθεσίς ἐστιν ἡ καταβάλλουσα τὴν
δύναμιν· ἔνθα καὶ προσέθηκεν ὡς ἀγνοοῦνται ταῦτα τοῖς ἰατροῖς.
καὶ μέντοι καὶ ὅτι τοῖς μὲν ὑποχόνδριον τὴν ὀδύνην
περαιουμένην ἔχουσιν ἡ κάθαρσις ἡ διὰ τῶν τοιῶνδε φαρμάκων
ὠφέλιμός ἐστι, τοῖς δὲ πρὸς βραχίονα καὶ στῆθος
ἀνατεινομένην αὐτὴν μετὰ βάρους ἔχουσι φλεβοτομία. ταῦτά
τε οὖν καὶ ἄλλα τοιαῦτα καὶ ἔτι τὰ περὶ τῶν ἐθῶν
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]