In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
οὖν κακοχυμότερον ᾖ τὸ σῶμα, μελαίνης τε χολῆς καὶ δριμέων
ἄλλων χυμῶν ἐπιῤῥύσεις γίνονται, δι᾿ ἃς ἔτι καὶ μᾶλλον
ἀλγεῖ τε ὁ κάμνων καὶ δάκνεται τὰ ἔνδον· ὑπὸ δὲ τῶν
εἰρημένων χυμῶν αἱ ἐν τῷ πεπονθότι μορίῳ φλέβες ἀνιῶνται
δακνόμεναι καὶ τοῦτο αὐτὸ ἑτέρου γίγνεται αἴτιον ἐναντίον.
πληρωθέντος γὰρ τοῦ πάσχοντος μέρους ὑπὸ τῶν
τοιούτων ῥευμάτων διαφθείρεται μὲν αὐτὸ τὸ αἷμα πρῶτον,
ἐπιπληροῦνται δὲ τὰ ἀγγεῖα καὶ τοῦτο πάσας
ἐν αὐτῷ τὰς τῶν πνευμάτων διεξόδους κωλύει· σαφῶς γὰρ
τοῦτό γε αὐτὸς ἐδήλωσεν εἰπὼν, τῶν πνευμάτων οὐ δυναμένων
ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν, ὅπερ ὀλίγον
ἔμπροσθεν ἐκάλεσε πνευμάτων ἀπόληψιν. ὅταν δὲ στῇ τὸ
αἷμα καὶ σὺν αὐτῷ δηλονότι τὸ πνεῦμα, καταψύξεις γίνονται,
σκοτώσεις, ἀφωνίαι, καρηβαρίαι καὶ σπασμοί· τούτοις
δ᾿ ἕπονται καὶ παραπληξίαι τε καὶ ἐπιληψίαι, ὅταν εἰς τοὺς
περιέχοντας τόπους τὰς πληρωθείσας φλέβας ἐμπέσῃ τὰ
ῥεύματα· τόπους δὲ εἴρηκε δηλονότι τὰ μέρη τοῦ σώματος,
ἃ προσέγραψεν αὐτὸς, καρδίαν καὶ ἧπαρ καὶ φλέβα, τὴν
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]