In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
εἴρηται, διὰ τὴν τοῦ χυμοῦ δριμύτητα δηλονότι.
τὸν δὲ πνεύμονα πίμπρασθαι στερούμενον ἔφη, συνάπτων τὸν
λόγον ἀληθεῖ δόγματι· δέδεικται γὰρ ἐν τῷ περὶ χρείας
ἀναπνοῆς οὐκ ἐνδείᾳ τῆς οὐσίας ἀπολλύμενον τὸ ζῶον ἐπὶ
τῇ στερήσει τῆς ἀναπνοῆς, ἀλλ᾿ ὅτι τὴν ἔμψυξίν τε καὶ
ῥίπισιν ἀπόλλυσι τὸ ἔμφυτον θερμόν. εἰκότως οὖν ἀμετρίας
ἐχόμενον πίμπρησι τὸν πνεύμονα. τοῦτο τοιγαροῦν τὸ τῆς
κυνάγχης εἶδος δεινότερόν τε καὶ ἀφυκτότερον εἶναί φησι
τοῦ προτέρου διά τε τὰ προειρημένα καὶ διὰ τὸ θερινήν
τε καὶ φθινοπωρινὴν ὥραν εἶναι, ὅτι τε δριμυτέροις ἐπιγίνεται
χυμοῖς. ἀμείνων οὖν ἐστιν ἡ μετὰ τοῦ καὶ συνδέσμου
γραφὴ τῆς ἄνευ τοῦ καὶ συνδέσμου· συνεμφαίνει δ᾿
ἐπὶ τοῖς προειρημένοις τὸ καὶ διὰ τὴν ὥραν ἐν ᾗ γίνεται
καὶ διὰ τὸν χυμὸν ὑφ᾿ οὗ χαλεπώτερον εἶναι τὸ εἶδος τὸ
δεύτερον τῆς συνάγχης· οὐχ ἁπλῶς οὖν εἶναι γραπτέον, ὅτι
δεινότερον καὶ ἀφυκτότερόν ἐστι διὰ τὴν ὥραν. εἰ δὲ καὶ
τὴν ἄνευ τοῦ συνδέσμου γραφὴν ἐθέλοι τις φυλάττειν, ἀναγκαῖον
ἔσται καὶ οὕτως προσυπακούειν αὐτὸν, ὡς εἰ καὶ κατὰ
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]