In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
δεῖσθαι σημαίνει· ἐὰν δὲ ἐκπικροῦται τὸ στόμα, διψώδεις
εἰσίν. οὕτως δὲ καὶ οἱ φυσώδεις πρῶτον μὲν οἵτινες
ὑπ᾿ αὐτοῦ λέγονται ἀγνοῶ, εἰ σὺν τῷ φλεβῶν ἀπολήψιας
τοὺς γεγονότας φυσώδεις ἀκούωμεν, ἐνίων ἀναγιγνωσκόντων
καθ᾿ ἑαυτό· κᾂν μεταβάλλειν εἶχον τῆς λέξεως
ταύτης ἕκαστον, ἐδυνάμην ἂν ἅπαντα, ὅσα γιγνώσκειν χρήσιμόν
ἐστι, διδάξαι μὴ πολλὰ πληρῶν βιβλία, καθάπερ καὶ
περὶ τῶν ἑξῆς λεγομένων. φησὶ γὰρ ἐκτεταμένους ὑποχόνδρια
καὶ πλευρὰ καὶ μετάφρενον καὶ ἀμαυρὰ βλέποντας καὶ
οἶς ἦχοι τῶν ὤτων εἰσὶ καὶ ὅσοι τὰς οὐρήθρας ἀκρατῶς
διάκεινται· καθ᾿ ἕκαστον γὰρ τούτων τῶν παθημάτων αἰτίαι
τε καὶ διαθέσεις εἰσὶ πολλαὶ καὶ θεραπειῶν διαφερουσῶν
δεόμεναι· αὐτῶν γοῦν ἐσθ᾿ ὅτε καὶ καθάρσεως δεηθήσονταί
τινες τῆς διὰ χολαγωγοῦ φαρμάκου. περὶ πάντων
οὖν τούτων, ἔτι τε τῶν ἐφεξῆς εἰρημένων, οὐκ ἀποφάσεις
ἀδιορίστους, ἀλλὰ διορισμούς τε καὶ σαφεῖς διδασκαλίας τῇ
τε μακρᾷ πείρᾳ κεκριμένας ἐν ταῖς ἡμετέραις ἔχεις πραγματείαις,
ἃς ἀναλεξάμενος ἱκανὸς ἔσῃ κρίνειν ἅπαντα τὰ
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]