In Hippocratis De Acutorum Morborum Victu (On Hippocrates' Regimen in Acute Diseases)
Kühn 1828
τῆς ὠφελείας, ἐπειδὴ καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἐδείχθη χρώμενος ἐνίοτε τῇ τοῦ καιροῦ προσηγορίᾳ.
Τὸ μὲν κάρτα ὀξὺ οὐδὲν ἂν μέσον ποιήσειεν πρὸς τὰ πτύελα τὰ μὴ ῥηϊδίως ἀνιόντα. εἰ γὰρ ἀνάγοι μὲν τὰ ἐγκέρχνοντα καὶ ὄλισθον ἐμποιήσειε καὶ ὥσπερ εἰ διαπτερώσειε τὸν βρόγχον, παρηγορήσειε τὸν πνεύμονα, μαλθακτικὸν γὰρ αὐτέου· καὶ εἰ μὲν ταῦτα συγκυρήσειε, μεγάλην ἂν ὠφελείην ποιήσειεν· ἔστι δ᾿ ὅτε τὸ κάρτα ὀξὺ οὐκ ἐκράτησε τῆς ἀναγωγῆς τοῦ πτυέλου, ἀλλὰ προσεγλίσχρηνέ τε καὶ ἔβλαψεν.Ἐφ᾿ ὧν ἐστι χρεία τοῦ ὀξέος ὀξυμέλιτος, ἐπὶ τούτων διδάσκει τὴν ἐξ αὐτοῦ γιγνομένην ἐνίοτε βλάβην· ἐφ᾿ ὧν γὰρ ὅλως οὐδ᾿ ἂν χρήσαιτό τις ὀξεῖ τῷ τοιούτῳ φαρμάκῳ, περιττὸν τὸ καταλέγειν τὰς τοιαύτας βλάβας. οὐδὲ γὰρ οὐδ᾿ ἁπλῶς εἶπε περὶ ὀξέος ὀξυμέλιτος, ἀλλὰ καὶ κάρτα προσέθηκεν,
Work
Title: In Hippocratis De Acutorum Morborum Victu
English: On Hippocrates' Regimen in Acute Diseases
Original: Ἱπποκράτους περὶ διαίτης ὀξέων νοσημάτων καὶ Γαληνοῦ ὑπομνήματα
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1828
Series: Claudii Galeni Opera Omnia
Volume: 15
Pages: 418-919
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_100.xml [0.9 Mb]