Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

καὶ γέγραπται περὶ τῶν τοιούτων σημείων, ἄλλοις τε πολλοῖς καὶ Ἀράτῳ κατὰ τὰ τελευταῖα τοῦ τῶν ἐν ἀέρι φαινομένων βιβλίου· πῶς δ’ ἂν δύναιτό τις ἑτέρως προειπεῖν ὁτιοῦν ὡς ἐσόμενον, ἄνευ τοῦ πρότερον αὐτὸς γνῶναι; τοῦτο γοῦν αὐτὸ καὶ Ἱπποκράτης ἐδήλωσεν ἐν ἀρχῇ τοῦ προγνωστικοῦ γράψας ᾧδε· προγινώσκων γὰρ καὶ προλέγων παρὰ τοῖσι νοσέουσιν. ἀλλ’ ἡ μὲν πρόγνωσις ἐν ταῖς ψυχαῖς ἡμῶν, ἡ δὲ τῶν προγνωσθέντων τοῖς πολλοῖς πρόῤῥησις διὰ τῆς φωνῆς γίνεται, καὶ δῆλον ὡς οὐκ ἄλλα μὲν ἐν τῇ ψυχῇ δοξάζομεν, ἄλλα δὲ προλέγομεν. ἀλλὰ γὰρ ὅπως ἂν ἔχει τὰ τῆς ἐπιγραφῆς τοῦ βιβλίου καταλιπόντες ἑτέροις ἐπιζητεῖν, ὅσοι τῶν ἔργων τῆς τέχνης οὐ πάνυ τι πεφροντίκασιν, αὐτοὶ τῶν γεγραμμένων κατὰ τὸ βιβλίον, ἕκαστον ἐπισκεψώμεθα, καθότι κἀπὶ τῶν ἄλλων ἐποιήσαμεν, ἃ προεξηγησάμεθα, τοῖς μὲν διορισμούς τινας ἀναγκαίους προστιθέντες, οὐκ εἰρημένους ὑπὸ τοῦ γράψαντος, ἔνια δὲ δεικνύντες οὐκ εἶναι καθόλου κἀν τῷ χαρακτῆρι τῆς λέξεως, ὡς περὶ τοιούτων ὁ συγγραφεὺς φαίνεται διαλεγόμενος.

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]