Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

τὴν ἐν ὀξεῖ πυρετῷ διηνεκῆ παραφροσύνην φρενῖτιν ὀνομάζων. διηνεκῆ δὲ εἷπον, ἐπεὶ ταῖς ἀκμαῖς τῶν σφοδρῶν πυρετῶν, ἐνίοτε παραφροσύναι ἐμπίπτουσιν, ἐν ταῖς παρακμαῖς εὐθέως παυόμεναι. μαίνεσθαι μὲν γὰρ ὀνομάζουσι πάντες ἄνθρωποι τοὺς ἄνευ πυρετοῦ παραφρονονῦτας, φρενιτίζειν δὲ τοὺς ἐν πυρετῷ. τὸ δ’ ἐν ἀκμῇ σφοδροῦ πυρετοῦ παραφρονῆσαι, παρακόψαι τε καὶ παραχθῆναι καὶ παραληρῆσαι καὶ αὐτὸ δὴ τοῦτο παραφρονῆσαι καλοῦσι. φρενῖτιν δ’ οὐκ ὀνομάζουσιν, ἄνευ τοῦ πυρέσσειν καὶ τοῦ διηνεκοῦς τῆς παραφροσύνης. τῷ διηνεκεῖ δὲ τῆς παραφροσύνης, ὅτ’ ἂν ἅμα πυρετῷ γένηται, τὴν φρενῖτιν γνωριοῦμεν. οὐδὲν δὲ ἧττον ὁρῶμεν εἶναι φρενιτικοὺς ὅσοι κωματώδεις ὄντες οὐ σωφρονοῦσιν, ἀλλὰ παράφορά τε φθέγγονται καὶ πρὸς τῶν παρόντον διεγερθέντες, ἐκτεθαμβημένοις ἐοίκασιν. οὕτω γοῦν κἀν τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἔφη, οὐδ’ ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ὥσπερ ἐπ’ ἄλλων, ἀλλ’ ἄλλῃ τινὶ νωθρῇ καταφορῇ καρηβαρέες ἀπώλοντο. καὶ

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]