Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ἄρθρον. τὸ μέντοι προτάξαι τῶν ἐφεξῆς λεγομένων τὰ σπασμώδεα μεγάλην ἐξαλλαγὴν ποιεῖ τῆς διανοίας. καὶ ταύτης γε ἔτι μᾶλλον κατὰ τὴν ἑτέραν γραφὴν, ἥν τινες τῶν νεωτέρων ἔγραψαν, ἀντὶ τοῦ ἐν ἱδρῶτι ποιήσαντες ὄνομα σύνθετον ἀνιδρωτὶ, τουτέστι τὸ μὴ ἐν ἱδρῶτι ἢ ἄνευ τοῦ ἱδρώττειν. εἰ μὲν οὖν πολλάκις ἐν πολλαῖς ῥήσεσι τὰ μηδὲ εἰς τὴν πρόῤῥησιν συντελοῦντα τοῖς συντελοῦσιν ἀντέγραφεν, ἄντικρυς ἂν ἐμεμψάμην τοὺς προγράψαντας ἢ προτάξαντας τῇ ῥήσει τὰ σπασμώδεα. προστιθέντος δ’ αὐτοῦ καὶ τοῦ μηδὲν συντελοῦντος, συγγινώσκω τοῖς γράψασι τὰ σπασμώδεα, καίτοι μηδὲν ἀξιόλογον εἰς τὰ παρόντα συντελεῖ. τὰ γὰρ ἐν πυρετοῖς ἅμα τοῖς ἀκρίτοις ἱδρῶσι παραῤῥέοντα πτύελα διὰ πλῆθος ἄμετρον ἢ διὰ ἀῤῥωστίαν τῆς δυνάμεως γίνεται, καὶ διὰ τοῦτό ἐστιν ἀήθη, καθάπερ εἰ καὶ εὔτροπά τις εἶπεν. ἀλογωτέρα δέ τις γένοιτ’ ἂν ἡ διάνοια, γραφόντων ἡμῶν ἀνιδρωτί. καίτοι οἱ μεταθέντες τὴν παλαιὰν γραφὴν, ὥς τι σοφώτερον εὑρηκότες οὕτως ἔγραψαν,

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]