Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ἀποροῦντες τύχωμεν. ὃ δὲ κἀν τοῖς ἐφεξῆς ἐστι μεμνῆσθαι χρήσιμον, ἀκούσαντας ἅπαξ δεῖ ἀεὶ πρόχειρον ἔχειν ἀφορίζοντας τὰ διά τι τῶν ἔξωθεν αἰτίων γεγονότα καὶ τὰ κατὰ τὸν τοῦ νοσήματος λόγον ἐπιφαινόμενα. ἐὰν γὰρ ὁδοιπορήσας τις συντόνως ἢ κατ’ ἄλλας τινὰς ἐνεργείας κοπωθεὶς ἢ καὶ σὺν αὐτοῖς ἐκκαυθεὶς, ἅμα τε πυρέττειν ἄρξηται καὶ κεφαλὴν ἀλγεῖν καὶ ὀσφὺν καὶ ὑποχόνδριον καὶ τράχηλον, μηδὲν ἐκ τούτων ἔλπιζε μέγα λήψεσθαι γνώρισμα πρὸς διάκρισιν τῶν ἐσομένων ἢ γεννωμένων ἤδη παθῶν. εἰ δ’ ἄνευ τῆς ἔξωθεν αἰτίας ὀδύνη τῶν εἰρημένων εἶεν μορίων, εἰ μὲν ἀγρυπνίαι τῷ κάμνοντι χωρὶς καταφορᾶς συμβαίνοιεν, ἔλπιζε παραφρονήσειν αὐτόν· εἰ δὲ μετὰ κώματος συμβάλλει, κατὰ τὸ παρὸν ἀναμένειν ἡμέραν μίαν, ἐν ᾖ τὴν κίνησιν τοῦ νοσήματος διαγνώσῃ. φρενῖτις μὲν γὰρ ἡ ἀκριβὴς καὶ ἄμικτος ἑτέρῳ νοσήματι γίνεται χολῆς ξανθῆς καταλαβούσης τὸν τόπον, ἐν ᾧ τὸ τῆς ψυχῆς ἡγεμονοῦν ἐστι. λήθαργος δὲ τὸν αὐτὸν τόπον ὑγράναντός τε

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]