Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ἡμέραν, ἐκ πλήθους αἵματος, ἔχοντός τινα δριμύτητα δακνώδη, δι’ ἐπιμιξίαν χολῆς δύναται γενέσθαι κωματώδης τε καὶ ἄγρυπνος ὁ αὐτὸς ἄνθρωπος, ὑπὸ μὲν τοῦ πλήθους τοῦ αἵματος βαρυνομένης τῆς κατὰ τὸν ἐγκέφαλον δυνάμεως, ὑπὸ δὲ τῆς χολῆς ἐρεθιζομένης, ὡς ὑπνοῦν κωλύεσθαι, κατὰ δὲ τὴν τετάρτην ἡμέραν τοῦ πλήθους ἤδη συνῃρημένου καὶ μάλιστα ἐὰν ὁ ἰατρὸς αὐτὸ φθάσῃ κενῶσαι καὶ τῆς δριμύτητος πεπεμμένης, χρὴ ἀμφότερα παύεσθαι τὰ συμπτώματα, καὶ τὸ κῶμα καὶ τὴν ἀγρυπνίαν. ὅταν οὖν ἐν ᾦ χρόνῳ πεπαῦσθαι ἐχρῆν αὐτὰ, γινόμενα φαίνηται χολὴν, ἢ φλέγμα δηλοῖ κατειληφέναι τὸν ἐγκέφαλον, οὐχ αἵματος πλῆθος. εἴρηται δὲ ἐν τῷ περὶ κρισίμων ἡμερῶν ἡ τῆς τετάρτης δύναμις, ἐξηγουμένων ἡμῶν ἐν αὐτοῖς τὴν Ἱπποκράτους γνώμην, ὥσπερ κἀν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν. ἐπίδηλον γὰρ εἶναί φησιν αὐτὴν τῆς ἑβδόμης, ὅπερ ἐστὶ προδηλοῦν πεφυκέναι ὁποία τις ἡ ἑβδόμη γενήσεται. μοχθηροῦ μὲν οὖν ἐν τῇ τετάρτῃ φανέντος σημείου μοχθηρὰν ἀναγκαῖον ἔσεσθαι καὶ τὴν ἑβδόμην· σωτηρίου δὲ καὶ ἀγαθοῦ

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]