Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

καὶ τὴν ἑβδόμην ἀγαθὴν γενήσεσθαι. κατὰ γὰρ τὴν ἀναλογίαν τῆς τοῦ σημείου δυνάμεως τὸ ἧττόν τε καὶ μᾶλλον ἀγαθὴν ἢ κακὴν γενέσθαι τὴν ἑβδόμην ἡμέραν ἀκόλουθον. δέδεικται γὰρ ἐν τῷ προγνωστικῷ τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττον ὀλέθριά τε καὶ σωτήρια τῶν σημείων. καὶ τὴν ἑβδόμην οὖν ἀνάλογον κατὰ τὴν τετάρτην ἤτοι μᾶλλον ἢ ἧττον ἀγαθήν τε καὶ κακὴν γενέσθαι συμβήσεται. τῆς οὖν ἀπὸ τῶν ῥινῶν στάξεως οὔσης ἀεὶ κακοῦ σημείου τελειοτάτη κακία δηλοῦται τοῦ νοσήματος, ἐὰν ἐν τῇ τετάρτῃ τῶν ἡμερῶν γένηται. φαίνεται γὰρ ἐγκεχειρηκέναι μὲν ἡ φύσις, ἀποῤῥίψασθαι τὸ κατὰ τὴν κεφαλὴν ἠθροισμένον πλῆθος, οὐ δεδυνῆσθαι δέ. πρόδηλον δ’ ὅτι κάκιστόν ἐστι τὸ γένος τῶν τοιούτων σημείων. καὶ γὰρ ὅσα φύματα καὶ ἐξανθήματα πρὸς τὸ δέρμα τοῦ βάθους ἐξανθήσαντα παλινδρομῇ, χαλεπώτατα πάντων ἐστί. καὶ οἱ ἀρξάμενοι μὲν ἱδρῶτες, εὐθέως δὲ παυσάμενοι, καὶ οὗτοι μοχθηροὶ καὶ τὰ διαχωρήματα δ’ ὁμοίως, ὅσα τε δι’ αἱμοῤῥοΐδων ἢ μήτρας ἐπὶ γυναικῶν κενοῦται. πάντα γὰρ

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]