In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
ὁμοειδῆ τῶν σημείων ἐστὶ, ἄκουε δέ μου νῦν οὕτως ὁμοειδῆ
λέγοντος, ὡσεὶ καὶ ὁμογενῆ φθάσας εἶπον. ἔνια δὲ οὔτε
γένος ἔχει ταὐτὸν οὔτε εἶδος. ὁμοειδῆ μὲν οὖν ἐστι τὰ
καθ’ ἕν τι πάθος γιγνόμενα, τὰ μὲν ἀναπτυόμενα τῆς κατὰ
πνεύμονα καὶ θώρακα καὶ τραχεῖαν ἀρτηρίαν καὶ λάρυγγα,
συνελόντα δὲ φάναι, τῶν ἀναπνευστικῶν ὀργάνων διαθέσεως
εἶναι σημεῖα. τῶν δ’ αὐτῶν τούτων ὅσα κἀπὶ τῆς ἀναπνοῆς
πλημμελεῖται πρώτως· ἔξωθεν γὰρ αὐτῶν ἐστι τὰ
κατὰ συμπάθειαν. ἐγκεφάλου δὲ καὶ μηνίγγων, ὅπως διάκειται
σημεῖα διὰ μὲν τῶν ἐκκρινομένων, οἷα τὰ διὰ μυκτήρων
ἢ ὑπερώας κενοῦται. διὰ δὲ τῶν βεβλαμμένων
ἐνεργειῶν ἐν καταφοραῖς ἢ ἀγρυπνίαις ἢ παραφροσύναις ἢ
σπασμοῖς ἢ τρόμοις ὅλου τοῦ σώματος. ἐὰν οὖν ἅμα παραφρονεῖ
καὶ σπᾶταί τις, εὔδηλον ὅτι μείζων ἐστὶν ἡ διάθεσις
ἢ εἰ τὸ ἕτερον ἦν μόνον. οὕτω δὲ κἂν δυσπνοῶν εὐθὺς
καὶ πτύει μέλανα. καὶ ταῦτα μὲν οὖν ἴσως οὐκ ἄν
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]