Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

τις ὀρθῶς ἀλλήλοις ἐπιπλέκοι, διὰ τῆς ἐν τοῖς βιβλίοις διδασκαλίας. ἀρκεῖ γὰρ ἑκάστου τὴν δύναμιν εἰπεῖν ἐπιτρέψαντα τῷ μανθάνοντι σκοπεῖσθαι πάντα ἐπὶ τῶν ἀῤῥώστων. ἡ δὲ τῶν ἑτερογενῶν σημείων ἐπιπλοκὴ παντάπασιν ἄχρηστος, ἐν βιβλίοις τε γραφομένη καὶ διὰ τῆς ἐν τοῖς λόγοις συνουσίας εἰς γυμνασίαν ἥκουσα. μετὰ γὰρ τὴν τῶν ἁπλῶν ἑκάστου δύναμιν ὁρισθεῖσαν ἀρκεῖ μόνον ἐφεξῆς ἅπαξ εἰπεῖν, ὅπερ εἶπεν ὁ Ἱπποκράτης, ὡς ἐκλογίζεσθαι δεῖ τῶν σημείων τὰς δυνάμεις καὶ παραβάλλειν ἀλλήλοις εἰς τὴν περὶ τῶν καμνόντων ἀπόφασιν. ἐὰν δέ τις εἰπὼν κακὸν εἶναι σημεῖον οὖρα μέλανα, προσθῇ τούτῳ κάκιον εἶναι κἂν πτύῃ μέλανα. καὶ τούτου πάλιν ἐφεξῆς φήσει, κἂν διαχωρήσῃ δὲ μέλανα, εἰ δὲ καὶ κατ’ ἀρχὰς, ἔτι κάκιον. ἐφεξῆς τε πάλιν ἔτι κάκιον εἶναι φήσει τεταρταίῳ συμβῆναι τοῦτο, προσθῇ δὲ τούτοις καὶ τὸ κατ’ ἀρχὴν τοῦ προγνωστικοῦ γεγραμμένον καὶ τὸ πρόσωπον νεκρῶδες, ὅπερ ἰδίως ὀνομάζουσιν οἱ ἰατροὶ, ματαίαν ἐπιπλοκὴν γράψει σημείων. οὐδεὶς γὰρ οὕτως ἐστὶν ἀδιανόητος, ὡς μὴ νοεῖν ἧττον μὲν

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]