In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
ἔτι καὶ ἀπορεῖν ὁμολογεῖ, πῇ ποτ’ ἔχει τὸ ἀληθές. ἔοικεν
οὖν καὶ νῦν ἐπί τινος Ἑρμίππου θεάσασθαι τὰ κατὰ τὴν
προκειμένην ῥῆσιν εἰρημένα συμπτώματα παρακρούσαντός
τε καὶ ἰκτερωθέντος ἐπὶ κωφώσει καὶ οὔροις ἐξερύθροις
ἀκαταστάτοις. ἡ μὲν δὴ κώφωσις ἕν τι τῶν ἐνδεικνυμένων
ἐστὶ πεπονθέναι τὸν ἐγκέφαλον. ἐξέρυθρα δὲ οὖρα διαφέρει
μὲν δή που τῶν ὑπερύθρων, ἃ κατὰ τὸ προγνωστικὸν
εἴρηται χρόνου μὲν εἶναι σημεῖα, μὴ μέντοι κινδύνου.
τίνα δ’ ἄλλα νοήσειε τις ἐξέρυθρα ἢ τὰ καλούμενα
πρὸς ἁπάντων αἱματώδη, πολλοῖς τῶν νεφριτικῶν οὐρούμενα;
καὶ εἴπερ ταῦτα βούλεται δηλοῦν, ἀνάλογόν τι σημαίνει
τοῦ πρόσθεν εἰρημένου, κοιλίης περίπλυσις ἐξέρυθρος.
ὥσπερ οὖν ἐκείνην ἔφαμεν ἥπατος ἀῤῥωστοῦντος γίνεσθαι,
κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ νεφροῖς κακοπραγοῦσιν, οὖρον
ἐξέρυθρον ἐροῦμεν γίγνεσθαι. τὸ δ’ ἀκατάστατον αὐτοῦ
μετὰ τοῦ φαίνεσθαί τινα παχύτερα τῆς ὅλης οὐσίας τῶν
οὔρων ἐναιωρούμενα ταραχὴν ἐνδείκνυται κατὰ τὰς φλέβας
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]