Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ὑπάρχειν ἅμα θερμασίᾳ τινὶ παρὰ φύσιν, οὐκ ὀλίγου πνεύματος ἠθροισμένου φυσώδους. ὥσπερ οὖν ἐνδεχόμενόν ἐστιν ἐπὶ τῶν εἰρημένων συνόδων παρακροῦσαι τὸν ἄνθρωπον, οὕτως οὐκ ἀναγκαῖον. ἡ γὰρ ἐπιπλοκὴ τῶν σημείων οὐχ ἁπάντων ἐστὶν ὁμογενὴς, τῆς μὲν κωφώσεως τὴν κεφαλὴν ἐνδεικνυμένης πεπονθέναι, τῶν δ’ ἐξερύθρων οὔρων τοὺς νεφροὺς, τῶν δὲ ἀκαταστάτων οὔρων ἐν τοῖς ἐναιωρήμασι, πρῶτον μὲν ἐν ταῖς φλεψὶν ἀπέπτων χυμῶν ταραχὴν ἐνδεικνυμένων, κατὰ συμβεβηκὸς δὲ καὶ τῇ τῆς παρακρούσεως γενέσει συντελούντων. τὸ δ’ ἐφεξῆς τῶν εἰρημένων γεγραμμένον, τὸ τοὺς τοιούτους ἰκτεροῦσθαι κακὸν, ἀληθὲς μέν ἐστιν, ἀλλ’ ὅτι συνδρομὰς ἑτερογενῶν σημείων οὐ χρὴ ποιεῖσθαι κατὰ τὰς τοιαύτας διδασκαλίας ἔμπροσθεν δέδεικται. καὶ μὲν δὴ καὶ περὶ τοῦ κακὸν εἶναι μώρωσιν ἐπὶ τοῖς ἰκτέροις εἴρηται πρόσθεν ἡνίκα προειπὼν ἐν φρενιτικοῖς λευκὴ διαχώρησις κακὸν, ἐπήνεγκεν, ἆρά γε καὶ ἐπὶ τούτοισι νωθρότης γίνεται; καὶ γὰρ μεταλαμβάνει τὸν λόγον εἰς ἑτέρας φωνὰς, ἀντὶ μὲν τῆς λευκῆς διαχωρήσεως, ἥτις ἐστὶν ἴδιον τῶν ἰκτερικῶν σύμπτωμα τοῦ πάθους

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]