In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
αὐτοῦ μνημονεύσας, ἀντὶ δὲ τῆς νωθρότητος τὴν
μώρωσιν εἰπών. τούτους οὖν, φησὶν, ἀφώνους μὲν, αἰσθανομένους
δὲ συμβαίνει γίνεσθαι. φαίνονται δὲ
τῶν ἀφώνων ἐν ὀξέσι νοσήμασι γιγνομένων ἔνιοι μὲν οὐδ’
αἰσθανόμενοι διὰ τὸ τῆς ἀρχῆς πάθος ἀμφοτέρων αὐτοῖς
τῶν συμπτωμάτων ἑπομένων, ἔνιοι δὲ μόνον ἄφωνοι γιγνόμενοι
καὶ τούτων οἱ μὲν ἅμα τῷ καὶ τὰς ἄλλας κινήσεις
ὅσαι κατὰ προαίρεσιν γίνονται βεβλάφθαι πάσας, οἱ δέ τὴν
φωνὴν μόνην. ἐὰν οὖν ἅμα τῇ φωνῇ καὶ τῶν ἄλλων ἐνεργειῶν
ἡ βλάβη γένηται, τῆς ἀρχῆς τῶν νεύρων ἐστὶ τὸ
πάθος· ἐὰν δὲ μόνης τῆς φωνῆς, μόνων τῶν φωνητικῶν
ὀργάνων. ἀλλ’ ἐπί γε τῆς προειρημένης συνδρομῆς, ὅταν
πλησίον ἤδη ἥκωσι τοῦ θανάτου, τὸ τῆς ἀφωνίας αὐτῆς
ἀκολουθεῖ σύμπτωμα. τὸ δ’ ἐπὶ τῷ τέλει τῆς ὅλης ῥήσεως
εἰρημένον, καὶ κοιλίαν καταῤῥήγνυνται, οἷον ἐγένετο καὶ Ἑρμίππῳ
καὶ ἀπέθανεν, οὕτως αὐτὸν εἰκὸς εἰρηκέναι, διότι
μήτε ἐτεθέατο πολλάκις ἑπόμενον τὸ σύμπτωμα τοῦτο τῇ
προκειμένῃ συνδρομῇ μήτ’ αὖ λογικῶς εὑρεῖν ἠδυνήθη.
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]