Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

στέργειν, πλὴν εἴ τις ἀσφαλὴς ἱκανῶς ὑπάρχων ἐν μνήμῃ διὰ παντὸς ἔχει τὸν Αἰσώπειον μῦθον, ἐξῆφθαι δύο πήρας ἡμᾶς εἰπόντα, ἔμπροσθεν μὲν τὴν τῶν ἀλλοτρίων κακῶν μεστὴν, ὄπισθεν δὲ τὴν τῶν ἰδίων, καὶ διὰ τοῦτο τὰ μὲν τῶν ἄλλων ἁμαρτήματα θεᾶσθαι, τὰ δὲ ἑαυτῶν μὴ βλέπειν. οὗτος γὰρ μόνος ἑαυτὸν ἀσκήσει πρὸς τὴν τῶν ἀληθῶν γνῶσιν. οὔκουν, ὡς ἔφην, θαυμάζω τοῦ πρώτου γράψαντος τὴν ἐξήγησιν, ἀλλὰ τῶν ἀδιανοήτως τὰ ἐκείνου ἐπαινούντων, ὥσπερ καὶ νῦν τις ἐπαινεῖ τὴν ἐξήγησιν τῶν εἰπόντων ἀκούειν χρῆναι προσώπου μὲν εὔχροιαν πρὸς τὴν τοῦ νοσοῦντος αὐτοῦ, τὸ δὲ λίαν σκυθρωπὸν ἐπὶ τοῦ ἰατροῦ θεωμένου τὴν παρὰ φύσιν εὔχροιαν, ὡς κακὸν σημεῖον. εἰ γὰρ τοῦτ’ ἐβούλετο διδάσκειν ὁ γράψας τὸ προῤῥητικὸν, οὕτως ἂν εἰρήκει, προσώπου εὔχροια λίαν σκυθρωπὸν ἐργάζεται τὸν ἰατρόν. ἐπὶ τούτῳ δὲ πονηρὸν οὐκ ἄν ἔτι προσεγέγραπτο κατὰ τὸ τέλος. ἀδιανόητον γὰρ ἱκανῶς προσώπου λέγειν εὔχροιαν, λίαν σκυθρωπὸν σημεῖον ἰατρῷ πονηρόν. ἢ πάλιν οὕτω, προσώπου εὔχροια, λίαν σκυθρωπὸν

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]