Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ἐργάζεται τὸν ἰατρὸν καὶ πονηρόν ἐστι σημεῖον. ἤτοι γὰρ τὸ σκυθρωπὸν ἐργάζεται τὸν ἰατρὸν καὶ πονηρόν ἐστι σημεῖον ἢ πονηρὸν εἶναι τὴν εὔχροιαν ἤρκει λελέχθαι μόνον. ἀμφότερα δ’ ἅμα λέγειν οὐκ ἐγχωρεῖ, μετὰ τοῦ καὶ τὸν σύνδεσμον προσκείμενον ἐνδείκνυσθαι σαφῶς, ἐν τῷ κάμνοντι ταῦτ’ ἄμφω συμβεβηκέναι, τήν τ’ εὔχροιαν τοῦ προσώπου καὶ τὸ λίαν σκυθρωπόν. ἵνα δέ τις ἐάσας τὴν ἀπὸ τῆς λέξεως ἔνδειξιν ἐπὶ τὸ λεγόμενον ἔλθοι, ψευδής ἐστιν ὁ λόγος τῶν οὕτως ἐξηγησαμένων. οὐ γὰρ ἔξ ἀνάγκης ἡ εὔχροια τοῦ προσώπου λίαν ἐργάζεται σκυθρωπὸν τὸν ἰατρὸν, ἀλλ’ ἔστιν ὅτε καὶ φαιδρότερον ἢ πρόσθεν, ὅταν αἱμοῤῥαγίας ἢ παρωτίδων κρισίμων ἐλπίσῃ σημεῖον εἶναι τὴν εὔχροιαν. εἰ μὲν οὖν ἀπόρου καὶ ἀσαφοῦς ἐσχάτως τῆς ῥήσεως οὔσης ἐπενόουν τοιαῦτά τινα, ἴσως ἂν αὐτοῖς συνέγνωμεν· ἐπεὶ δὲ χρησιμώτατον πρᾶγμα διδάσκει σαφῶς διοριζόμενον, πότε μὲν ἀγαθόν ἐστι σημεῖον ἡ εὔχροια

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]