In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
τοῦ προσώπου, πηνίκα δὲ οὐκ ἀγαθὸν, τίς αὐτοῖς συγγνώμη;
καθάπερ τοῖς λέγουσι περὶ τῆς εἰς ἄλληλα μεταπτώσεως,
τῆς τ’ εὐχροίας τοῦ προσώπου καὶ τῆς σκυθρωπότητος
εἶναι τὸν ἐνεστῶτα λόγον. ἡγοῦνται μὲν γὰρ, ὅταν ἄλληλα
διαδέχεται ταῦτα, καὶ τῆς μὲν εὐχροίας παυσαμένης
ὁ κάμνων γένηται λίαν σκυθρωπὸς, αὖθις δὲ τὴν σκυθρωπότητα
γενομένην εὔχροια διαδέχηται, χαλεπὸν εἶναι σημεῖον
ὡς οὐ δυναμένων ἀμφοτέρων ἅμα γίγνεσθαι, ἢ οὐ περὶ τῶν
ἐναντίων ἔμπροσθεν εἰρηκότος αὐτοῦ, τὴν εἰς ἄλληλα μετάπτωσιν
οὐκ ἀγαθὸν εἶναι σημεῖον, ἐκεῖ μὲν γὰρ ἡ θατέρου
γένεσις ἀναιρεῖ τὴν ὕπαρξιν θατέρου καὶ διὰ τοῦτο ἀδύνατον
αὐτοῖς ὑπάρχειν ἅμα. τῇ δ’ εὐχροίᾳ τοῦ προσώπου
σκυθρωπότητα συνυπάρχειν ἅμα, οὐκ ἀδύνατον. ἐὰν μὲν
οὖν ἐφ’ ἑκάστῃ τῶν ῥήσεων, ὅσα κακῶς εἴρηταί τισιν ἐξελέγχωμεν,
μέμψονται πολλοὶ τῷ μήκει τῶν ὑπομνημάτων.
ἐὰν δ’ ἀνέλεγκτα παραλίπωμεν, συμβήσεταί τινας
ἐφεξῆς ἀκούσαντας ἐξηγήσεως ξένης, ὡς παραλελειμμένης
ὑπ’ ἐμοῦ μέμφεσθαι καὶ μάλισθ’ ὅταν διακρίνειν οὐδέπω
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]