Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

δὲ πᾶν ὅ τι περ ἂν ᾖ μοχθηρὸν ἤδη τοῦτο καὶ ὀλέθριόν ἐστιν. ἀπεδείξαμεν γὰρ ἐν τῷ προγνωστικῷ διαφορὰς πολλὰς τῶν μοχθηρῶν εἰρημένας, ἐφ’ ὧν αὐτὸν τὸν Ἱπποκράτην προσθήκῃ τῶν οἰκείων ὀνομάτων ἐνδείκνυσθαι τὸ μέγεθος αὐτῶν. περὶ μὲν οὖν τῶν ἁπλῶς μοχθηρῶν, οὐ μὴν ὀλεθρίων γε, ἀρκεῖ τοῦτο μόνον γινώσκειν ὡς οὐ χρὴ πιστεύειν αὐτοῖς ἀσήμως παυσαμένοις, ἐπανήξει μὲν γὰρ αὖθις, οὐ μὴν ἀποκτενεῖ γε τὸν ἄνθρωπον. ὅσα δ’ εἰς τοσοῦτον προήκει μοχθηρίας, ὡς ἐν τοῖς ὀλεθρίοις εἶναι, ταῦθ’ ὅτι μὲν ἀπιστότερα τῶν μετρίως μοχθηρῶν ἐστιν, οὐ δυνάμενα πιστῶς παύσασθαι, χωρὶς ἐπιφανῶν σημείων, ἐν τοῖς περὶ κρίσεων ἐπὶ πλεῖόν μοι δέδεικται. κατασκευάσαντα γὰρ ἐν τῷ χρόνῳ τὰ τοιαῦτα βλάβην ἑκτικὴν καὶ ἄλυτον ἐπανήξει κατὰ τὸ μέγεθος τῆς αὐτῶν κακίας, τὸ τοῦ κινδύνου φέροντα μέγεθος. ἔνια γὰρ αἴτια τῶν κατὰ τὸ σῶμα γεννωμένων παραπλησίαν ἔχει δύναμιν τῷ τε τῶν λυττώντων κυνῶν ἰῷ καὶ τῶν θανασίμων φαρμάκων ἐκείνοις, ὅσα κατὰ τὰ πεπονθότα ἐπίδηλον οὐδὲν ἐν τῷ παραυτίκα

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]