Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

παύεται, ποτὲ μὲν ἡμέρᾳ μιᾷ, ποτὲ δὲ καὶ θᾶττον εἰς τὸ κατὰ φύσιν ἐπανερχομένων. γινομένη γὰρ ἡ διάθεσις καὶ οὔπω γεγονυῖα· συντόμως ἀποκαθίσταται τοῦ ποιοῦντος αὐτὴν αἰτίου χωρισθέντος. συμπληρωθείσης δ’ αὐτῆς, κἂν ἐκκενωθῇ τὰ ποιήσαντα τὴν διάθεσιν ὑγρὰ, πλέον οὐδὲν εἰς ὑγείας λόγον. ὅμοιον γάρ τι συμβαίνει τῷ γινομένῳ περὶ τὰ ξύλα τὰ πλησίον τοῦ μαλθακοῦ κειμένου πυρός. θερμαίνεται μὲν γὰρ μέχρι πολλοῦ, καίεται δὲ οὐδέπω, κἂν φθάσῃς ἀποχωρίσαι τοῦ πυρὸς αὐτὰ πρὶν ἄρξασθαι καίεσθαι, ταχέως ἀποτίθεται τὴν γεγονυῖαν αὐτοῖς θερμότητα. δεξάμενα δ’ εἰς ἑαυτὰ τοσοῦτον, ὡς ἄρξασθαι καίεσθαι, κἂν ἀπαχθῇ τοῦ πυρὸς, οὐδὲν ἧττον καίεται, κἂν εἰς αὐτὸ δὲ τὸ πῦρ τὸ ὑγρὸν ξύλον ἔλθοι, οὐκ εὐθέως ἅπτεται, καθάπερ εἰ στυππίον ἐνθείης ἢ κάλαμον ξηρὸν ἢ θρυαλλίδα, καὶ εἰ μετὰ βραχὺ βαστάσειας τὸ τοιοῦτον ξύλον, ἀποθήσεται τὴν ἐκ τοῦ πυρὸς ἐν αὐτῷ γενομένην ἀλλοίωσιν οὐ μετὰ πολὺν χρόνον. οὔκουν ἀπεικὸς καὶ γεννηθῆναι κατὰ βραχὺ τοιοῦτον ἐν τῷ σώματι χυμὸν,

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]