Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ὁποῖος ὅ τε τῶν λυττώντων κυνῶν ἐστι καὶ τῶν ἐν χρόνῳ πλείονι διαφθειρόντων φαρμάκων, ὡς καὶ λανθάνειν τοὺς πολλοὺς τῶν ἰατρῶν, ὡς ἐπὶ τοῦ διὰ κόπον, ὡς ἔδοξε, μετριώτατον πυρέξαντος, ὃς μετὰ τὴν τετάρτην ἡμέραν ἀπέκρινεν οὖρον, τῇ μὲν συστάσει λεπτὸν, τῇ χρόᾳ δὲ μέλαν, ὡς ἐοικέναι κατ’ ἄμφω τῇ γινομένῃ κράσει μέλανος ὀλίγου γραφικοῦ μιχθέντος ὕδατι πολλῷ, καὶ ἄλλως γε εἰ μὴ τὸ μέλαν αὐτὸ νοήσαιμεν μεμιγμένον, ἀλλὰ κἂν τὴν καλουμένην ὑπὸ τῶν πολλῶν ἀσβόλην, ἣν ἄσβολον οἱ Ἕλληνες ὀνομάζουσιν· ὁ ἄνθρωπος οὗτος ἔδοξεν ἔχειν καλῶς κατὰ τὴν τετάρτην ἡμέραν, ὡς καὶ λούσεσθαι ταῖς ἑξῆς ἡμέραις, εἶτα κατὰ τὴν ἑβδόμην ἡμέραν εἰς ἑσπέραν ἀρξάμενος πυρέττειν ἀπέθανε μαρανθείς. τοῦτο αὐτὸ κατὰ τὴν προκειμένην ῥῆσιν διδάσκεται, τοῖς ἀρίστοις τῶν ἰατρῶν ὠφέλειαν φέρον, οὐ τοῖς ἐπιτυχοῦσιν. οὗτοι γὰρ οὐδὲ γινώσκουσι τὰ τῶν ὀλεθρίων νοσημάτων σημεῖα. νεανίσκος γοῦν τις ἐξέκρινεν ἅμα πυρετῷ βληχρῷ περίπλυσιν ἐρυθρὰν οὐκ ὀλίγην πολλάκις ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτὶ μετὰ χλιαροῦ πυρετοῦ τοὐντεῦθεν

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]