Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

βλεφάροις, ἤτοι διὰ τάσιν σπασμώδη τῶν κλειόντων αὐτοὺς μυῶν ἢ δι’ ἀῤῥωστίαν τῶν ἀνοιγνύντων αὐτούς. τὸ τοίνυν τοὺς οὕτως ἔχοντας ἐπιχειρεῖν φαρμανεύειν ἀμαθοῦς ἐστι καὶ τελέως ἰδιώτου τέχνης ἰατρικῆς. οὐχ ὁ συμβουλεύων οὖν μὴ φαρμακεύειν σοφὸς, οὐ μὴν οὐδὲ τὸ γνῶναι μέγα τι τούτους ὀλεθρίως ἔχοντας. ὥστ’ οὐδὲν ἡμᾶς διδάσκει θεώρημα τεχνικὸν ἡ ῥῆσις ἄξιον συγγράμματος , ὥσπερ κατὰ τοὺς ἀφορισμοὺς ἡμᾶς ἐδίδαξεν ἐν τῷ καθόλου μὲν μία ῥῆσις, ἐν ᾗ φησιν· ἐν τοῖς ὀξέσι παθήμασιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακίῃσι χρέεσθαι. δεύτερον δὲ καθ’ ἣν λέγει, τὰ ὀξέα φαρμακεύειν, ἢν ὀργᾷ, αὐθημερόν. ἄξια γὰρ ἰατροῦ μεγάλου ταυτὶ, καθότι δέδεικται διὰ τῆς ἐξηγήσεως αὐτῶν. τὰ δὲ νῦν εἰρημένα περιττά. καθαίρειν γὰρ οὐδεὶς ἐπιχειρεῖ τοὺς οὕτω διακειμένους, ὡς ἡ ῥῆσις ἐδήλωσε μετὰ τοῦ καὶ συνενδείκνυσθαι προήκοντος τοῦ νοσήματος ταῦτα γίνεσθαι καὶ μὴ κατ’ ἀρχὰς ἡνίκα μόνον τοῖς ὀξέσι τοῦ καθαίρειν ὁ καιρός.

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]