In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
οὐδὲν ὡς πρὸς τὴν διάνοιαν, εἰ καὶ μὴ προσκέοιτο, συνυπακούεται
τῷ κατ’ ἀρχὴν εἰρημένῳ, σπασμὸν ἐπικαλέονται.
προφανῶς οὖν ἐδήλωσεν ἐνταῦθα τὸ φανὲν αὐτὸ καθ’ ἕκαστον
ἄῤῥωστον, ὅταν ἄξιον εἶναι αὐτῷ δόξῃ γραφῆς ἑρμηνεύειν,
εἶτα ἐνίοτε μὲν ἀποφαινόμενος ὡς καθολικὸν, ἐνίοτε
δὲ διαπορῶν, ὥσπερ καὶ νῦν ἐπί τινος διακοπέντος ὀστοῦ
τῆς κεφαλῆς κατὰ κρόταφον, ὃς ἐμέθυσε μὲν ἡνίκα ἐπλήγη,
παραχρῆμα δὲ αἱμοῤῥαγήσας ἰσχυρῶς ὕστερον ἐσπάσθη.
τριῶν οὖν αὐτῷ προσγενομένων, ἑνὸς μὲν τῆς κατὰ τὸν κρόταφον
διακοπῆς, δευτέρου δὲ τοῦ μεθύοντος γενέσθαι τοῦτο
καὶ τρίτου τῆς αἱμοῤῥαγίας ζητεῖ, διὰ τί τούτων ὁ σπασμὸς
ἐγένετο. καὶ τοίνυν ἀποκρινοῦμαι ἂν
ῥᾳδίως αὐτῷ. περὶ μὲν τῆς κατὰ τὸν κρόταφον διακοπῆς
Ἱπποκράτης λέγει ὅτι καὶ πληγαὶ καίριοι καὶ καροῦσαι αἱ
κροταφῖται γίνονται, καὶ μέντοι καὶ ὅτι ἐν σπασμοῖς καὶ
τετάνοις οἱ κροταφῖται μύες πρῶτοι πάσχουσι. περὶ δὲ
τῆς μέθης τὸν ἀφορισμὸν ἐκεῖνον εἰρῆσθαι, ἢν μεθύων τις
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]