In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
Τίνα μὲν ὀνομάζει μελαγχολικὴν παραφροσύνην ἔμπροσθεν εἶπον αὐτῆς ταύτης ἧς νῦν εἶπε ῥήσεως, τὴν ἀρχὴν αὐτοῦ γράψαντος. ὁ δὲ ἐνεστὼς λόγος ἐστὶν, ὡς αὐτὸς ὡμολόγησεν, ἑωρακότος αὐτοῦ τὴν τοῦ σκυτέως θυγατέρα ἐξ ἐπιμηνίων ἐπισχέσεως παρακρούσασαν θηριωδῶς. ἐνεδείξατο δὲ διὰ τῆς φωνῆς ταύτης ἐπίτασιν τοῦ μελαγχολικοῦ. ἑτοίμων γὰρ ὄντων εἰς τὸ κακουργεῖν τοὺς πέλας τῶν μελαγχολικῶς παρακρουόντων, ὅταν μεγάλας ποιῶνται τὰς κακουργίας, θηριώδεις αὐτὰς ὀνομάζει. ἀλλὰ τὸ ἐξ ἐπισχέσεως τῆς ἐμμήνου καθάρσεως τοιαύτην γίνεσθαι παραφροσύνην οὔτε παντελῶς ἀληθὲς οὔθ’ ὡς τὸ πολύ. μελαγχολικοῦ γὰρ ὄντος τοῦ αἵματος τὸ ἐπὶ τὸν ἐγκέφαλον ἰέναι τοιαύτην ἐργάζεται παρακοπὴν, πικροχόλου δὲ οὐκέτι τοιαύτην, ἀλλὰ τὴν συνήθως γινομένην. εἰ δὲ φλεγματῶδες ᾖ τὸ πλῆθος, καταφορὰν καὶ λήθαργον μᾶλλον ἐργάσεται, μικτὸν δὲ εἴπερ ἐκ τούτων εἴη, μικτὴν καὶ τὴν διάθεσιν ἐκ καταφορᾶς καὶ ἀγρυπνίας ἢ παρακοπῆς ἀποτελέσει. ὥσπερ δὲ οὐδὲν τούτων ἐστὶ καθολικὸν αὐτοῖς, οὕτως
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]