Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

οὐδὲ τῶν ἐφεξῆς εἰρημένων οὐδὲν, ὅσα τῇ τοῦ σκυτέως ἔγραψε συμβῆναι θυγατρί.

Οἷσιν ἐν σπασμώδεσιν ὀφθαλμοὶ ἐκλάμπουσιν ἀτενέως, οὔτε παρ’ ἑωυτοῖσίν εἰσιν, διανοσέουσί τε μακροτέρως.

Τὸ παρ’ ἑωυτοῖσιν ἔνιοι γράφουσι παρὰ σφίσιν αὐτοῖς εἰσιν, εὔδηλον δ’ ὅτι περὶ τῶν σωφρονούντων ἀμφότερα λέγεται, τό τε παρὰ σφίσιν αὐτοῖς εἶναι καὶ παρ’ ἑαυτοῖσιν εἶναι. τὸ δὲ οὐκ εἶναι παρ’ ἑαυτοῖσιν, τουτέστι μὴ κατανοεῖν, ἀλλὰ περιφέρεσθαι τῇ γνώμῃ τὴν διάγνωσιν. ἀγνοοῦσι δὲ ὥσπερ ἐξ ἅλλων τινῶν, οὕτω καὶ τῶν ἀτενῶς ἐκλαμπόντων ὀφθαλμῶν ἴσχειν. ἤρκει δ’ εἰς τοῦτο τὸ ὑπ’ αὐτοῦ λελεγμένον, ὄμματος θράσος παρακρουστικὸν, ὡς καὶ τοῖς ἰδιώταις ἐστὶ δῆλον, ὅσοι γε μὴ παντάπασιν ἠλίθιοι. πρόδηλον γὰρ ὅτι τοῦτο προσυπακούειν ἀεὶ χρή. καλοῦμεν γὰρ εἰς τὰ τοιαῦτα πάντα μάρτυρας ἰδιώτας, ἀδιανοήτους

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]