Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ὄντας τε καὶ ὀνομαζομένους, ἀλλὰ μάλιστα μὲν εἰ οἷόν τε τοὺς φύσει συνετοὺς, εἰ δὲ μὴ, ἀλλά γε μὴ τοὺς νωθροὺς τὴν διάνοιαν. ἐν μέντοι τῷ νῦν λόγῳ πρόσκειται τὸ ὑπερεκλάμπειν τοὺς ὀφθαλμοὺς, ὅπερ ἦν αὐτὸ καθ’ αὑτὸ τῶν θυμουμένων γνώρισμα, ὃ τάχα συνελθὸν τῷ ἀτενεῖ ὄμματι, τουτέστι τῷ θρασεῖ, σφοδροτέραν ἐνδείξεται γενήσεσθαι τὴν παραφροσύνην. ἐκ περιττοῦ δὲ ὡς πρὸς τὴν τοῦ παραφρονῆσαι αὐτοὺς τοιούτους πρόῤῥησιν ἐμνημόνευσε τῶν σπασμωδῶν. καὶ γὰρ καὶ χωρὶς αὐτῶν δύναται γενέσθαι παραφροσύνη καὶ παρόντων αὐτῶν μὴ γενέσθαι. τὸ δὲ διανοσήσειν αὐτοὺς μακροτέρως, ἔτι καὶ μᾶλλον εἰκῆ λέλεκται, οἷς γὰρ σπασμώδεσιν ἐκλάμπουσιν ἀτενὲς οἱ ὀφθαλμοὶ, τούτοις εὔλογον ὀξέως νοσῆσαι μᾶλλον, οὐ χρονίως.

Τὰ ἀνάπαλιν αἱμοῤῥαγέοντα κακὸν οἷον ἐπὶ σπληνὶ μεγάλῳ ἐκ δεξιοῦ ῥέειν καὶ τὰ καθ’ ὑποχόνδριον ὡσαύτως. ἐφ’ ἱδρῶτι δὲ κάκιον.

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]