Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

Εἵ τι καὶ ἄλλο πολλάκις αὐτὸς ἀποβαῖνον εἶδον, οὕτω καὶ τοῦτο. φαίνεται δὲ καὶ Ἱπποκράτης ἐκ πολλῆς πείρας ἠθροικέναι τὰ καθόλου ἐκ τῆς ἐπὶ μέρους αὐτῷ γεγονυίας. καὶ γὰρ κατὰ τὰ τῶν ἐπιδημιῶν βιβλία πολλοὺς ἔγραψεν ἀῤῥώστους αἱμοῤῥαγήσαντας ἐπ’ ἀγαθῷ, τοὺς δ’ αὖ πάλιν ἐπὶ κακῷ. τὴν δ’ αἰτίαν τούτων ἀποφηνάμενοι ἑτέρωθι σκεπτόμεθα. νυνὶ δ’ ἀρκέσει τοῦτο γινώσκειν, ὡς οἱ φάσκοντες, ὥσπερ ἐξ ἥπατος ἡ κοίλη φλὲψ ἀναφέρεται διὰ τοῦ θώρακος, οὕτω καὶ ἐκ σπληνὸς ἑτέραν ἀρχομένην διανέμεσθαι τοῖς ἀριστεροῖς μέρεσιν, οὐκ ἀληθεύουσι. μία γάρ ἐστι μόνη φλὲψ ἐκ τῶν κάτω τοῦ διαφράγματος ἀνερχομένη. ζητεῖται δ’ οὐκ ἀλόγως ὑπὸ τῶν ἐξηγητῶν διὰ τί προσέθηκε τὸ ἐπὶ σπληνὶ τῷ μεγάλῳ καί φασιν οἱ τὰ πιθανώτατα δόξαντες λέγειν ἐπὶ σμικροῦ σπληνὸς οὐ πάνυ σαφῆ γίνεσθαι τὴν ἐφ’ ἑκάτερα ῥοπὴν ὠφελείας ἢ βλάβης. ἐμοὶ δὲ δοκεῖ προσθεῖναι τῷ λόγῳ τὸ μεγάλῳ, ὡς εἰ καὶ ἐξηρμένῳ ἢ ὀγκωμένῳ ἢ φλεγμαίνοντι

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]