Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ἧπαρ πεπονθέναι φησὶ καὶ διὰ τοῦτο καὶ αὐτὸν τὸν γραφέα προστεθεικέναι τῇ ῥήσει· ἆρα ἐκ τῶν ὑποχονδρίων ὀδυνᾶται, δοκέω δεξιόν; ἀεὶ μὲν γὰρ ἡπατικὰ τοιαῦτα διαχωρήματα, οὐ μὴν μετὰ φλεγμονῆς ἀεὶ τοῦ σπλάγχνου, διότι τῷ λόγῳ προσέθηκε τὸν ἆρα σύνδεσμον, ὡς οὐ δυνάμενον διατείνεσθαι, ὅταν τὸ δεξιὸν ὑποχόνδριον ἀεὶ ὀδυνᾶται τοῖς οὕτω πάσχουσιν. ἀλλὰ καὶ τὸ τούτοις ἐφεξῆς εἰρημένον τὸ ἐκλύεσθαι, πρόδηλον ἡπατικόν ἐστι σύμπτωμα, καθότι δέδεικται διὰ τοῦ δευτέρου τῶν ἐπιδημιῶν. μετὰ ταῦτα προσέγραψε περὶ τῶν παρ’ ὤτων. φαίνεται δὲ ταύταις ἁπάσαις ταῖς ῥήσεσιν ἐπὶ συνδρομαῖς τισι προγνώσεις αὐτῶν γράφειν καὶ τοῦτ’ εἶναι μάλιστα καὶ κατὰ τὸ προκείμενον αὐτῷ καὶ κατὰ τὴν ἐνεστῶσαν ῥῆσιν, ἀλλ’ οὐκ ἐτόλμησεν ἀποφήνασθαι περὶ αὐτῶν, καίτοι γε εἰωθὼς ἐπὶ τῶν κατὰ μέρος ὡς πολλάκις καθόλου ἀποφάσεις γράφειν. ἀλλὰ νῦν γέ φησι καὶ τὰ παρ’ ὦτα τούτοισιν ὀδυνώδεα ἐπ’ ὀλίγον, ἐμφαίνων πάλιν ὡς ἑωρακὼς ᾖ τινα τοιοῦτον ἄῤῥωστον ἐφ’ οὗ ὑπὸ τῆς φύσεως ὁρμή τις ἐγένετο πρὸς γένεσιν παρωτίδων,

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]