In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
σκοπεῖσθαι. ταῦτα δ’ ἐστὶν ἔρευθος, ὄγκος παρὰ φύσιν, ὑγρότης ὀφθαλμῶν ἀχλυῶδες ὁρᾷν, ὅσα τ’ ἄλλα τοιαῦτα. εἰ δὲ καὶ μὴ πάντα τις ἀκούειν ἐθέλοι περὶ τὸ πρόσωπον, ἀλλὰ τόν γε παρὰ φύσιν ὄγκον ἀκούειν πάντως. εἰρηκὼς γὰρ ἐν τούτοισι παρ’ οὖς ἐπανίσταται, ἔπειτα ἐφεξῆς εἰπὼν, πρόσθεν δὲ τὰ περὶ πρόσωπον, ἐμφαίνειν ἂν δόξειεν ἀπὸ κοινοῦ δεῖν ἀκούειν τὸ ἐπανίσταται.
Κοιλίης μέλανα κοπρώδεα διείσης κῶμα ἐπιφανὲν τὸ παρ’ οὖς ἀνίστησιν.Οὐκ ὀρθῶς ἔγραψαν ἔνιοι κοιλίης μέλανα, κοπρώδεα χολώδεα διείσης, οὔτ’ ἐν τοῖς παλαιοῖς ἀντιγράφοις εὗρον, οὔτε τις τῶν ἐξηγησαμένων τὸ βιβλίον ἐπίσταται τὴν γραφὴν ταύτην, ἀλλ’ ἅ καὶ χολώδεα κατὰ τῆς ὠχρᾶς χολῆς ἔθος τοῖς παλαιοῖς ἰατροῖς λέγειν, οὐκ ἂν εἴρηται κατὰ τὴν
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]