In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
ὑπεξῃρημένων τῶν ἔξωθεν αἰτίων λέγεσθαι. διὰ τοῦτο οὖν
καὶ ἡ ἀνάχρεμψις ἕν τι τῶν προαιρετικῶν οὖσα ἔργων, γίγνεται
πυκνὴ βλαβέντος τοῦ λογισμοῦ, καθάπερ
καὶ ἄλλη τις τῶν προαιρετικῶν ἐνεργειῶν, ὡς ἔνιοι μέν γε
μετὰ ψόφου φῦσαν ἐκκρίνουσι, περὶ παντὸς ἄνωθεν ποιούμενοι,
τοῦτο δρᾶν ἀκούοντός τινος. ἔνιοι δὲ χεῖρα κινοῦσιν
ἀλόγως ἢ σκέλος ἢ ὁτιοῦν ἄλλο τοιοῦτον πράττουσιν ἢ λέγουσι.
κατὰ τὸν κοινὸν οὖν λόγον ἁπασῶν τῶν προαιρετικῶν
ἐνεργειῶν ἀλόγως πλεοναζουσῶν ἢ ἐλλειπουσῶν καὶ ἡ
ἀνάχρεμψις ἐν τοῖς φρενιτικοῖς σημείοις ἐστίν. οὐ μὴν
οὕτω γε ἰσχυρὸν, ὡς ἡ ἀγρυπνία καὶ μάλιστα ἡ ταραχώδης,
αὕτη γὰρ ἡ ἴδιος τῶν φρενιτικῶν. ἔστι δὲ ταραχώδης, ὡς
ἔφην, εἰ ἐν φαντασίαις ἐκβοῶσιν ἢ ἀναπηδῶσι καὶ μόλις
γνωρίζωσι τοὺς οἰκείους. καλῶς οὖν προσέθηκεν ἐπὶ τῆς
ἀναχρέμψεως, εἰ δέ τι καὶ ἄλλο σημεῖον προσῇ· μικρὰν
γὰρ ἔχον τὴν δύναμιν τοῦτο τὸ σημεῖον, ἑτέρων δεῖται μαρτυρούντων
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]