In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
τε τὸ μέγεθος τῆς διαθέσεως καὶ τὴν ἰδέαν τοῦ πλεονεκτοῦντος
χυμοῦ. ὅσα μὲν γὰρ ἐπὶ ψυχροῖς ἢ παχέσιν ἢ γλίσχροις
ἢ ὅλως δυσκινήτοις χυμοῖς παθήματα γίνεται, βραδεῖαν
ἴσχει τὴν ἐπὶ τὴν ἀκμὴν ἀνάβασιν. ὅσα δ’ ἐν λεπτοῖς μὲν
τῇ συστάσει, θερμοῖς δὲ τῇ κράσει, δακνώδεσι δὲ τῇ ποιότητι,
χρόνον οὐ περιμένει πλείονα, καθάπερ οὐδὲ τὰ Φιλίστῳ
γενόμενα τῷ γεγραμμένῳ κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν,
ὃν ἐμέσαι μὲν ἔφη χολώδεα ὀλίγα, ξανθὰ πρότερον,
μετὰ δὲ ταῦτα ἰώδεα πλείω. εἶτα εἰπὼν ὅτι κώφωσις αὐτῷ
συνέπεσεν, ἐφεξῆς φησιν, ἐξεμάνη. καὶ νῦν οὖν ὀρθῶς
οὐ μόνον ὅτι παρακόψουσιν οἱ οὕτως ἔχοντες, ἀλλὰ καὶ ὅτι
σφοδρῶς, ἐδήλωσε προσθεὶς τὸ ἐκμαίνει, μεγάλης παρακοπῆς
δηλωτικὸν ῥῆμα.
Τὰ ἐν ὀξέσι κατὰ φάρυγγα ὀδυνώδεα ἰσχνὰ, σμικρὰ, πνιγώδεα,
ὅτε χάνοι μὴ ῥηϊδίως συνάγειν τε καὶ ἐκκλείειν
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]