In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
πρόσκειται, συγγράμματι μὲν οὐ πάνυ προστιθέμενον, ὡς
ἔφην, ὑπομνήματι δὲ πρέπον καὶ μάλισθ’ ὅταν ἑαυτὸν ὁ
γράφων ἀναμιμνήσκειν ἐθέλει. τῶν δ’ ἑξῆς εἰρημένων τὸ
μὲν, ἆρά γε ἐπὶ τούτοις καὶ νωθρότης γίνεται; δοκεῖ μοι
προσγεγράφθαι, ὡς τοῦ Ἀρχεκράτους οὕτως διατεθέντος.
ἀλλ’ ἐπειδὴ μὴ διὰ παντὸς ἥ τε πεῖρα δείκνυσιν ὅ τε λόγος
ἐνδείκνυται, λέγεσθαι δεῖ ἐπὶ τοῖς εἰρημένοις νωθρότητα οὐ
προσηκόντως. νωθρότης γὰρ ἐπὶ ψυχροῖς καὶ παχέσι καὶ
γλίσχροις καὶ ὅλως δυσκινήτοις χυμοῖς, οὐκ ἐπὶ θερμοῖς
καὶ λεπτοῖς καὶ δριμέσιν, οἷος ὁ τῆς ξανθῆς χολῆς εἴωθε
γίγνεσθαι, πλὴν εἰ θανάτῳ πλησίον ἥκοιεν, ὡς διὰ νέκρωσιν
ἤδη τῆς δυνάμεως ἡσυχάζειν. καὶ γὰρ διὰ νέκρωσιν
τῆς δυνάμεως, οὐ διὰ τὸν χυμὸν γέγονεν. ἀδύνατον δὲ
τοὺς οὕτω γενομένους νωθροὺς σωθῆναι, καὶ κοινὸν τοῦτό
ἐστι σύμπτωμα τῶν κατὰ δυσκρασίαν ἄμετρον ἀποθνησκόντων
ἁπάντων, οὐκ ἴδιον τῶν φρενιτικῶν. εἴπερ οὖν ἐγένετο
νωθρότης τῷ Ἀρχεκράτει, κατὰ τοῦτον ἂν ἐγένετο τὸν λόγον
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]