Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

διδασκόμεθα δὲ οὐδὲν ἐξ αὐτῆς. ἀλλὰ καίτοι τούτων οὕτως ἐχόντων καὶ φαινομένης ἐναργοῦς τῆς τῶν ἀσαφῶν ἀχρηστίας, ὅμως οὐκ ὀλίγοι τῶν σαφῶν συγγραμμάτων ἥδιον ὁμιλοῦσι τοῖς ἀσαφέσι. μὴ τοίνυν ἐμὲ τοῦ μήκους τῆς ἐξηγήσεως μέμψαιτ’ ἄν τις, ἀλλὰ τὴν ἑαυτῶν ἄλογον ἐπιθυμίαν ὅσοι τὰ τοιαῦτα βιβλία προθύμως ἀναγινώσκουσιν. ἐγὼ μὲν γὰρ ὅτι οὐχ ἑκὼν ἐπὶ τὰς ἐξηγήσεις αὐτῶν ἥκω οἱ ἑταῖροι πάντες ἴσασι καὶ μάλιστα οἱ τῶν νῦν γραφομένων αἴτιοι. μοχθηρῶς δὲ πάντων ἐξηγησαμένων τὸ σύγγραμμα τοῦτο, κἀγὼ τοῖς ἀναγκάσασί με πεισθεὶς ἐπὶ τὴν ἐξήγησιν ἧκον, ἦς αὖθις ἀρξάμενοι λέγομεν. ἐὰν μὲν συνάψαντες ἀλλήλοις τό τ’ ἐκστάντες καὶ τὸ ὀξέως, ἔπειτα δὴ σιωπήσαντες εἴπωμεν, ἐπιπυρέξαντες σὺν ἱδρῶτι καὶ πάλιν ἐφεξῆς, φρενιτικοὶ γίνονται, τὴν ἐξήγησιν ποιησόμεθα τοιάνδε. πρῶτον μὲν ἐπισκεψώμεθα τὸ κοινὸν ἄπορον ἁπασῶν τῶν ἀναγνώσεων. ἐκστάντας γὰρ ὀξέως εἶπεν ἐν ἀρχῇ, οὓς κατὰ τὴν τελευτὴν τῆς ῥήσεως ἔφη φρενιτικοὺς γίνεσθαι, ὥσπερ οὐχὶ καὶ τῶν ἐκστάντων ἤδη φρενιτικῶν

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]