Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ὄντων. ἐροῦμεν οὖν κατεσπάσθαι τὴν λέξιν ἐνδεικνυμένην διὰ τοῦ ἐπιπυρέξαντες, τὸ καὶ πρότερον αὐτοὺς, οἵπερ ἐξέστησαν, ὀξέως πυρέττοντας ὕστερον παύεσθαι, κἄπειτα πάλιν ἐξ ὑποστροφῆς πυρέξαι σὺν ἱδρῶτι. τούτους οὖν φησι φρενιτικοὺς γίνεσθαι. τὸ μὲν οὖν ὅτι γενήσονται φρενιτικοὶ λογισάμενος ἐκ τῆς ἔμπροσθεν αὐτοῖς γενομένης παρακοπῆς σφοδρᾶς, ἣν διὰ τῆς ἐκστάντες ἐδήλωσε φωνῆς. ἐκ δὲ τοῦ σὺν ἱδρῶτι τὴν ὑποστροφὴν γίνεσθαι βεβαιούμενος τὴν ὑπόνοιαν, ἐπειδὴ τὰς τοιαύτας εἰσβολὰς τῶν πυρετῶν, ἄν τ’ ἐξ ἀρχῆς ἄν τε μεθ’ ὑποστροφῆς γίνωνται, πλῆθος ἴσμεν ἐνδεικνυμένας. ἐπεὶ τοίνυν ὅσα περιττὰ κατὰ τοὺς χυμοὺς ἢ ἐν ποσότητι ἐν αὐτοῖς ἢ ἐν ποιότητι ἀθροίζεται κατὰ τὸ σῶμα, ταῦτα ἐπὶ τοὺς πεπονθότας εἴωθε ῥεῖν τόπους, ἐπεπόνθει δὲ τούτοις ὁ ἐγκέφαλος, οὐκ ἂν γὰρ ἐξέστησαν ὀξέως ἂν ἐπιπυρέξωσι καὶ μάλιστα μεθ’ ἱδρῶτος. εὔλογον οὖν ἐστιν ἐλπίσαι φρενιτικοὺς οὕτως ἔσεσθαι. γνωσθήσεται γὰρ ἡ διάθεσις αὐτῶν ὅλη τοιάδε τις οὖσα, πλήθους χολωδῶν δριμέων εὐθὺς

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]