Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ἄλλο. μερικὸς οὖν καὶ αὐτὸς ὁ λόγος καὶ οὐ καθόλου καὶ μέντοι καὶ μετὰ σύνθεσιν οὐχ ὁμοιογενῶν σημείων.

Τὰ καυματώδεα ῥίγεα ὑπό τι ὀλέθρια καὶ τὸ φλογῶδες ἐν προσώπῳ μεθ’ ἱδρῶτος ἐν τούτοις κακὸν, ἐπὶ τούτοις ἡ ψύξις τῶν ὄπισθεν σπασμὸν ἐπικαλέεται.

Εἴτε καυματώδεα γεγραμμένον εἴη τῆς πρώτης συλλαβῆς διὰ τοῦ α καὶ υ γεγραμμένης, εἴτε κωματώδεα διὰ τοῦ ω, χαλεπὴν ἑκάτερον ἐνδείκνυται τὴν διάθεσιν. ἐν γὰρ τῷ καθόλου περὶ ῥίγους ἐγνωκότας χρὴ μεμνῆσθαι διὰ παντὸς ὡς ἐν μὲν τριταίῳ καὶ τεταρταίῳ γινόμενον οἰκεῖόν ἐστι σύμπτωμα τῶν τοιούτων πυρετῶν, ἐν νόσοις δὲ ἐπιφαινόμενον, ἐὰν μὴ κρίσιν ἐπενέγκῃ, κάκιστον. ἔμαθες γὰρ ὡς τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα. πάλιν καὶ τούτῳ συνῆψεν ἕτερα συμπτώματα διαθέσεων οὐκ ἀναγκαίων ἅμα ῥίγει γίγνεσθαι.

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]