In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
λεπτὰ γιγνόμενα, καίτοι δακνόντων ὡς τὸ πολὺ
τῶν τοιούτων διαχωρημάτων. ἔοικεν οὖν ἐπ’ αὐτῶν ἢ μὴ
γεννᾶσθαι χολώδεις χυμοὺς, ἀῤῥωστίᾳ τῆς ἐν ἥπατι θερμασίας
ἢ μὴ καταῤῥεῖν εἰς τὰ ἔντερα. ἐὰν δὲ κυρίως
ἀκούσωμεν τοῦ μὴ αἰσθανομένῳ καὶ φῶμεν ἐπὶ τῶν ἀπροαιρέτως
ἐκκρινομένων τὸν λόγον αὐτοῦ γεγονέναι νῦν οὐ
περὶ τῶν ἀδήκτων, ἄτοπόν τι συμβήσεται. κατὰ διττὸν
γὰρ τρόπον ἀπροαιρέτως ἐκκρινόντων ἢ διὰ τὸ τὴν γνώμην
νοσεῖν ἢ δι’ ἀναισθησίαν τῶν μορίων, δι’ ὧν ἡ ἔκκρισις
γίγνεται. τὸ μὲν μὴ νοσεῖν τὴν γνώμην αὐτὸς ἐδήλωσεν
εἰπὼν, ἐόντι παρ’ ἑαυτῷ, τουτέστι κατανοοῦντι
καὶ σωφρονοῦντι. τὸ δ’ ὑπόλοιπον οὐ πιθανὸν ὑπολαβεῖν·
μάτην γὰρ ἔσται κατὰ τὸν λόγον εἰπὼν, ἐπὶ τῶν διαχωρημάτων
τὰ λεπτὰ τῶν ἀναισθήτων μορίων ἐπὶ πᾶσι τοῖς
διεξερχομένοις αὐτῶν, ἀναισθήτως ἐχόντων, οὐδ’ ἑνός τε
συμπτώματος ἄλλου γεγραμμένου κατὰ τὴν ῥῆσιν, ὃ δύναται
νεύρων ἐνδείξασθαι πάθος. τὸ γὰρ οἷον τῷ ἡπατικῷ, τοῖς
μὲν ἄλλοις λεπτοῖς διαχωρήμασιν ἐζεῦχθαι δύναται νεύρων
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]