In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)
Kühn 1829
Οἶσι φωναὶ ἅμα πυρετοῖσιν ἐκλείπουσαι μετὰ κρίσιν, τρομώδεες καὶ κωματώδεες τελευτῶσι.
Καὶ ἥδε ἡ ῥῆσις ὁμοία ταῖς εἰς ἀσάφειαν ἐξεπίτηδες ἐπιτετηδευμέναις ἐστὶ. τὸ γοῦν ἐκλείπουσαι ἔνιοι μὲν ἐπὶ τῶν φωνῶν μόνων ἤκουσαν, ἔνιοι δὲ καὶ τοὺς πυρετοὺς αὐταῖς προσέθηκαν, ἄμφω λέγοντες εἰρῆσθαι ἐκλείπειν καὶ τὰς φωνὰς καὶ τοὺς πυρετούς. ὡς εἶναι τὸν λόγον τοιοῦτον, οἶς δοξάντων λελύσθαι τὸν πυρετὸν ἀφωνία γίνεται καὶ μετὰ τὴν κρίσιν, οὗτοι τρομώδεες τελευτῶσι καὶ κωματώδεες, δηλονότι τῶν πυρετῶν οὐκ ἀσήμως, ἀλλὰ μετὰ κακῆς κρίσεως δοξάντων πεπαῦσθαι. κακὰς δ’ ἴσμεν κρίσεις ἐκείνας λεγομένας ὅσαι γινόμεναι μετὰ φυσικῶν κενώσεων ἢ ἀποστάσεων οὐ μόνον οὐδὲν ὠφέλησαν τοὺς κάμνοντας, ἀλλὰ καὶ χεῖρον ἔχειν ἡ πρόσθεν ἐποίησαν. ἕτεροι δὲ οὐδὲ τὰς φωνὰς ἅμα τοῖς πυρετοῖς, ἀλλὰ μόνας αὐτὰς νομίζοντες ἐκλείπειν, ὅλον τὸν λόγον τοιόνδε ποιοῦσιν. οἷσιν ἐκλείπουσι
Work
Title: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν
Domains: Medicine
Text information
Type: Original
Bibliographic information
Publication type: Book
Author/Editor: Kühn, Karl Gottlob
Title: Claudii Galeni Opera Omnia
Published: 1829
Series: Claudii Galeni Opera Omnia
Volume: 16
Pages: 489-840
Publisher: Cnobloch, Leipzig
Download
Galen-Gr_102.xml [630 Kb]