Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Praedictionibus (On Hippocrates' Prorrhetics)

Kühn 1829

ὑφ’ ἓν ἀγνοοῦντες τὰ ποικίλλοντα ὑποχόνδρια, καθ’ ἑαυτὸ πάλιν ἀναγινώσκουσι τὸ κοιλίην ἐπηρμένοι, καί φασιν ἐπὶ τῶν ὑποχονδρίων εἰρῆσθαι τὰ ποικίλλοντα· καθάπερ γὰρ εἴρηται ἔμπροσθεν, ἐπὶ τῶν καθ’ ὅλον τὸ σῶμα γινομένων ἐπὶ τἀναντία μεταπτώσεων, οὕτως ἐπὶ τῶν ὑποχονδρίων ἐποίησαν, καὶ μὴν καὶ οἱ συνάπτοντες ὅλην τήνδε τὴν λέξιν, ὑποχόνδρια καὶ κοιλίην ἐπηρμένοι, τοὺς παρὰ φύσιν ὀγκουμένους τὰ μέρη ταῦτα δηλοῦσθαί φασιν. ὥσπερ καὶ σίτων ἀπολελαμμένων, ὧν ἐφεξῆς ἐμνημόνευσεν, ἔνιοι μὲν τοὺς ἀνορέκτους φασὶν εἰρῆσθαι νῦν, ὡσεὶ καὶ ἀποκεκλεισμένους εἰρήκει τῆς τῶν σιτίων προσφορᾶς, ἔνιοι δὲ τοὺς ἐπεσχημένους τὴν γαστέρα. καὶ γὰρ κἀν τῷ περὶ διαίτης ὀξέων ἐπὶ τῶν διαχωρουμένων εἰρῆσθαί φασι τὴν φωνὴν ταύτην. ἅπαντα οὖν ταῦτα προειπὼν ὁ γράψας τόδε τὸ βιβλίον, εἶτα ἐπὶ τῷ τέλει προσθεὶς ἐφίδρωσιν, ὃ καὶ αὐτὸ πάλιν ὅλου τοῦ σώματος ὀλίγον ἱδρῶτα, καθάπερ νοτίδα δύναται δηλοῦν ἢ τὸν περὶ θώρακα καὶ κεφαλὴν μόνην, ἐπήνεγκεν αὐτοῖς

Work

Title: Galen: In Hippocratis De Praedictionibus
English: On Hippocrates' Prorrhetics
Original: Εἰς τὸ Ἱπποκράτους προρρητικῶν

Domains: Medicine

Text information

Type: Original

Bibliographic information

Publication type: Book

Author/Editor: Kühn, Karl Gottlob

Title: Claudii Galeni Opera Omnia

Published: 1829

Series: Claudii Galeni Opera Omnia

Volume: 16

Pages: 489-840

Publisher: Cnobloch, Leipzig

Download

Galen-Gr_102.xml [630 Kb]